Ancient Greek
Chapter 6
Theophrastus, Περὶ πυρός 6.44
Not analysed yet
Ἡ δὲ τοῖς ἐμψύχοις σώμασιν ἐνυπάρχουσα θερμότης πλείοσι μιγνυμένη καὶ τρόπον ἰδιώρον οἱονεὶ ζῶσα καὶ γόνιμος ἤδη γίνεται τῶν ὁμοίων. ἔτι δὲ προτέρα ταύτης ἡ ἀπὸ τοῦ ἡλίου. καὶ γὰρ αὕτη γόνιμος καὶ ζώων καὶ φυτῶν, οὐκ ἄμικτος μὲν οὖσα τῷ ἀέρι μᾶλλον δ᾽ ἐν αὐτῷ τούτῳ γινομένη, συμμε1ρίαν δέ τιν᾽ ἔχουσα τῇ μαλακότητι καὶ λεπτότητι πρὸς τὸ γεννᾷν οὐχ ὥσπερ ἡ τοῦ πυρὸς σκληρὰ καὶ περικαής. διὸ καὶ τὰ σπέρματα πυρωθέντα μὲν ἀβλαστεῖ, θερμαινόμενα δ᾽ ὑπὸ τοῦ ἡλίου καθ᾽ ὑπερβολὴνἐνίοτε γάρ φασι περὶ Βαβυλῶνα καὶ ἔτι τούς θερμοτέρους τόπους καὶ πηδᾷν ἐπὶ τῆς ἅλω καθάπερ τὰ φρυγόμενα —γεννᾷ καὶ βλαστάνει. τὸ μὲν οὖν πῦρ ἢ τὸ θερμὸν τηλικαύτας καὶ τοιαύτας ἔχει διαφορὰς καὶ καθ᾽ αὑτὸ καὶ μετ᾽ ἄλλων καὶ ἐν ἄλλοις μιγνύμενον.