# Περὶ πυρός 6.44

Theophrastus, Περὶ πυρός, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-3/6.44

Ἡ δὲ τοῖς ἐμψύχοις σώμασιν ἐνυπάρχουσα θερμότης πλείοσι μιγνυμένη καὶ τρόπον ἰδιώρον οἱονεὶ ζῶσα καὶ γόνιμος ἤδη γίνεται τῶν ὁμοίων. ἔτι δὲ προτέρα ταύτης ἡ ἀπὸ τοῦ ἡλίου. καὶ γὰρ αὕτη γόνιμος καὶ ζώων καὶ φυτῶν, οὐκ ἄμικτος μὲν οὖσα τῷ ἀέρι μᾶλλον δ᾽ ἐν αὐτῷ τούτῳ γινομένη, συμμε1ρίαν δέ τιν᾽ ἔχουσα τῇ μαλακότητι καὶ λεπτότητι πρὸς τὸ γεννᾷν οὐχ ὥσπερ ἡ τοῦ πυρὸς σκληρὰ καὶ περικαής. διὸ καὶ τὰ σπέρματα πυρωθέντα μὲν ἀβλαστεῖ, θερμαινόμενα δ᾽ ὑπὸ τοῦ ἡλίου καθ᾽ ὑπερβολὴνἐνίοτε γάρ φασι περὶ Βαβυλῶνα καὶ ἔτι τούς θερμοτέρους τόπους καὶ πηδᾷν ἐπὶ τῆς ἅλω καθάπερ τὰ φρυγόμενα — γεννᾷ καὶ βλαστάνει. τὸ μὲν οὖν πῦρ ἢ τὸ θερμὸν τηλικαύτας καὶ τοιαύτας ἔχει διαφορὰς καὶ καθ᾽ αὑτὸ καὶ μετ᾽ ἄλλων καὶ ἐν ἄλλοις μιγνύμενον.

---

Theophrastus, Περὶ πυρός, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg005.local001/.
