# Περὶ πυρός 6.46

Theophrastus, Περὶ πυρός, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-3/6.46

καὶ πάλιν διὰ τί τῶν μὲν ἐν τῷ πυρὶ κατακαιομένων ξηρὸν γίνεται τὸ λείψανον, ὁ δ᾽ ἐν κύκλῳ λίθος ἐξ οὗ τὰς σοροὺς ποιοῦσι καὶ ὅπου ἄλλοθι τοιοῦτος, ἀφανίζει πάντα καὶ ἐν ἑαυτῷ τέφραν ποιεῖ. διαφέρει γὰρ καὶ ἐνταῦθ᾽ ἡ θερμότης· ὅτι μὲν γὰρ ὁ λίθος ἐργάζεται τῇ θερμότητι καὶ τῇ φύσει θερμὸς ὢν σημεῖον τὸ γίνεσθαι κονίαν ἐξ αὐτοῦ. τοῦ δὲ θερμοτέρου ἐστὶ τὸ διαιρεῖν τε ταχὺ καὶ εἰς λεπτά· ταχὺ μὲν γὰρ τὸ θερμότερον καὶ κινητικώτερον οἷον ἡ φλόξ, εἰς δὲ μικρὰ τὸ λεπτομερέστερον διὰ τὸ πάντη διαδύεσθαι. τοιοὐτον δὲ τὸ ἐν τῷ λίθῳ θερμόν.

---

Theophrastus, Περὶ πυρός, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg005.local001/.
