Ancient Greek
6.47 to 6.48
Theophrastus, Περὶ πυρός 6.47-48
Not analysed yet
ἐπεὶ ποιεῖ γε τοῦτο καὶ ὁ ἀὴρ ὁ ἐγκατακλειόμενος ἐν ταῖς θήκαις καὶ διαλύει παντ᾽ εἰς τέφραν ἀλλὰ χρυνιώτερος θερμανθείς ἡ δ᾽ ἐν τῷ λίθῳ θερμότης τῆς μὲν τοῦ πυρὸς ἀσθενεστέρα λεπτοτέρα δὲ, τῆς δὲ τοῦ ἀέρος τοῦ συγκατακλειομένου θερμοτέρα λεπτὴ δὲ ἧττον· ὥστε τοῦ μὲν θᾶττον τοῦ δὲ εἰς λεπτότερα διαιρεῖν χρονιώτερον. ἐπεὶ δὲ τὸ σωματωδέστερον καὶ πυκνότερον πυρωθὲν θερμότερον, διὰ τοῦθ᾽ ὅπου παχὺς καὶ θολερώτατος ὁ ἀὴρ, πάγοι καὶ καύματα μᾶλλον, ὥστ᾽ ἔνιοι τόποι ψυχρότατοι καὶ καυματωδέστατοι· πυρωθεὶς γὰρ ὁ ἀὴρ κατέχων ἐν ἑαυτῷ διὰ τὴν παχύτητα τὸ θερμὸν ἐκπυροῖ τὸν τόπον. ὡς ἐπὶ πολὺ δ᾽ οἱ τοιοῦτοι ἄπνοι· ἐὰν δὲ καὶ ἐπιπίπτῃ πνεῦμα θερμότατον ἀέρα προσqέρον καίονται.