# Περὶ πυρός 6.49

Theophrastus, Περὶ πυρός, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-3/6.49

διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ τῶν ἑψομένων τὰ παχύτερα θερμότερα καθάπερ τὸ γάλα καὶ ὅλως τὰ ῥοφήματα τοῦ ὕδατος· καὶ ἐὰν ἐπιβάλῃς τι ἐπὶ τὸ ὕδωρ θερμαίνεται θᾶττον ἢ ψιλόν· οἷον γὰρ ἀντιφράττει καὶ κωλύει διατμίζειν ἔξω τὸ θερμὸν ὥσκερ τὰ ἐπιπωματιζόμενα, καὶ ἅμα δὴ θερμανθὲν ἀν1ιθερμαίνει. πᾶν γὰρ ἔχον πυκνότητα δύναται ποιεῖν τοῦτο διὰ τὸ κατέχειν. ὅλως γὰρ, ὃ πολλάκις λέγεται, τὸ μὲν λεπτὸν καὶ ῥέον αὐτὸ καὶ μὴ μένον ἔτι δὲ μικρομερὲς οὐχ ὁμοίως καίει· τὸ δ᾽ ἐναντίως ἔχον τούτῳ διὰ τὸν ἀθροισμὸν καίει μᾶλλον καὶ ἰσχυρότερον γίνται καὶ

---

Theophrastus, Περὶ πυρός, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg005.local001/.
