# Metaphysica 14

Theophrastus, Metaphysica, Section 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-4/14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theophrastus/text-4/14
CTS URN: urn:cts:greekLit:tlg0093.tlg006:14

πῶς δέ ποτε χρὴ καὶ ποίας τὰς ἀρχὰς ὑποθέσθαι τάχ᾽ ἂν ἀπορήσειέ τις, πότερον ἀμόρφους καὶ οἷον δυναμικὰς ὥσπερ ὅσοι πῦρ καὶ γῆν, ἢ μεμορφωμένας ὡς μάλιστα δέον ταύτας ὡρίσθαι καθάπερ ἐν τῷ Τιμαίῳ φησίν· τοῖς γὰρ τιμιωτάτοις οἰκειότατον ἡ τάξις καὶ τὸ ὡρίσθαι. φαίνεται δὲ καὶ ἐν ταῖς λοιπαῖς σχεδὸν ἔχειν οὕτω καθάπερ τῇ γραμματικῇ καὶ μουσικῇ καὶ ταῖς μαθηματικαῖς. συνακολουθεῖ δὲ καὶ τὰ μετὰ τὰς ἀρχάς. ἔτι δὲ καὶ κατὰ τὰς τέχνας ὁμοίως αἵπερ τὴν φύσιν μιμοῦνται· καὶ τὰ ὄργανα καὶ τὰ ἄλλα κατὰ τὰς ἀρχάς. οἱ μὲν οὐν ἀμόρφους πάσας, οἱ δὲ μόνον τὰς ὑλικάς· οἱ δ᾽ ἀμφοτέρας ἐμμόρφους, καὶ τὰς τῆς ὕλης, ὡς ἐν ἀμφοῖν τὸ τέλεον·

---

Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά, ed. Friedrich Wimmer. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg006.local001/.
