# Ἐκ τῶν μετὰ τὰ φυσικά 20

Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά, Section 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-4/20

σχεδὸν δὲ καὶ ἐπιστήμη πᾶσα τῶν ἰδίων· ἣ τε γὰρ οὐσία καὶ τὸ τί ἦν εἶναι καθ᾽ ἕκαστον ἴδιον, τά τε θεωρούμενα καθ᾽ αὑτὰ καὶ οὐ κατὰ συμβεβηκὸς ἦν ἄν τι κατά τινος. ὅλως δὲ τὸ ἐν πλείοσι τὸ αὐτὸ συνιδεῖν ἐπιστήμης, ἤτοι κοινῇ καὶ καθόλου λεγόμενον, ἢ ἰδίᾳ πως καθ᾽ ἕκαστον, οἷον ἀριθμοῖς γραμμαῖς ζώοις φυτοῖς. τέλος δ᾽ ἡ ἐξ ἀμφοῖν. ἔστι δ᾽ ἐνίων μὲν τὸ καθόλου τέλος, ἐν τούτῳ γὰρ τὸ αἴτιον· τῶν δὲ τὸ ἐν μέρει, καθ᾽ ὅσα διαίρεσις εἰς τὰ ἄτομα καθάπερ ἐν τοῖς πρακτοῖς καὶ ποιητοῖς· οὕτως γὰρ αὐτῶν ἡ ἐνέργεια.

---

Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg006.local001/.
