# Ἐκ τῶν μετὰ τὰ φυσικά 27

Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά, Section 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-4/27

ἔτι δὲ τὰ κατὰ τὰς φορὰς καὶ τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς ἀποστάσεις καὶ ὅσα ἄλλα ἀστρολογία δείκνυσι, τούτοις κατάλοιπον τά τε πρῶτα κινοῦντα καὶ τὸ τίνος ἕνεκα λέγειν καὶ τίς ἡ φύσις ἑκάστου καὶ ἡ πρὸς ἄλληλα θέσις καὶ ἡ τοῦ σύμπαντος οὐσία καὶ ὑποβαίνοντι δὴ πρὸς τὰ ἄλλα καθ᾽ ἕκαστον τῶν εἰδῶν ἡμέρων ἄχρι ζώων καὶ φυτῶν. εἰ οὖν ἀστρολογία συνεργεῖ μὲν οὐκ ἐν τοῖς πρώτοις δὲ τῆς φύσεως, ἕτερα τὰ κυριώτατ᾽ ἂν εἴη καὶ πρότερα· καὶ γὰρ δὴ καὶ ὁ τρόπος ὡς οἴονταί τινες οὐ φύσικὸς ἢ οὐ πᾶς. καίτοι τό γε κινεῖσθαι καὶ ἁπλῶς τῆς φύσεως οἰκεῖον καὶ μάλιστα τοῦ οὐρανοῦ. διὸ εἰ ἡ ἐνέργεια τῆς οὐσίας ἑκάστου καὶ τὸ καθ᾽ ἕκαστον ὅταν ἐνεργῇ καὶ κινεῖται καθάπερ ἐν τοῖς ζώοις καὶ φυτοῖς. εἰ δὲ μὴ, ὁμώνυμα, δῆλον ὅτι κἂν ὁ οὐρανὸς ἐν τῇ περιφορᾷ κατὰ τὴν οὐσίαν εἴη, χῶριζόμενος δὲ καὶ ἠρεμῶν ὁμώνυμος· οἷον γὰρ ζωή τις ἡ περιφορὰ τοῦ παντός.

---

Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg006.local001/.
