# Epistulae 871.5-872.37

Theophylactus Simocatta, Epistulae, 871.5 to 872.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/epistulae/871.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theophylactus-simocatta/epistulae/871.5

μζ'. Ποιμνίων Ἀρωνί. Τὰ τῶν προβάτων οὐθᾶτα ὑπὸ τοῦ γάλακτος μέλλει μοι διαρρήγνυσθαι, καὶ κισσυβίων οὐκ οἶδ' ὅπως ἠπορήμειθα. διὸ δίδου μὲν αὐτὸς τὰ κισσυβία, ἐγὼ δέ σοι γάλα παρέξομαι, μεγαλοδώροις παροχαῖς μικρὰς ἀμειβόμενος χάριτας. μη'. Χρυσογόνῃ Τερπάνδρῳ. Μὴ μέμφου λοιδορουμένην τε καὶ ὑβρίζουσαν· οἱ γὰρ ποθοῦντες γλυκείας καὶ τὰς ὑβρεῖς προσδέχονται, καὶ πληγαὶς δὲ πολλάκις καὶ μώλωψιν ἡραίζονται. εἰ δὲ δυσαναπχετεῖς ὑβριζόμενος, οὐδὲ ῥόδον τρυγήσεις τὴν ἀκανθᾶν εὐλαζόμενος. μβ'. Λεωνίδης Περίανδρῳ. τὰ πρεσβεῖα κεχλήρωται, πρὸς ὀλίγον μὲν εὐφρανθήση, δίκασται » φθεγγομένους πυκνότερον ἢ τῶν γεωργῶν πολιτεία οὐ προσίεται. να. Ῥοδόκλεια Ὑψιπύλῃ. Τὸν Πειραῖά χθὲς τῇ νυκτὶ περιεπόλουν καὶ τὸν σὸν ἔραστὴν μετὰ τῆς Χρυσίππης ἑώραχα, καὶ μειράκιον ἐδαδοῦχει, καὶ προπομπὸς ἡ φίλια γραὺς ὑπῆρχεν Ἀβρότονον. ὅτε δὲ τὴν προαγωγὸν προσεῖπον ἐγώ, ἀπέσθεσε τὴν δάδα ὁ παῖς· τοῦτο γὰρ ὁ σὸς ἐνετείλατο ἔραστής, ἵνα τῷ σκότῳ τὸ πραττόμενον διαλᾷθῃ. οὐκοῦν μῆτε ὁμνύντι μῆτε κολακεύοντι πείθου· γλώττης λυπηθήση δὲ μειζόνως ἀφιλοσόφου θυμοῦ μεγάλας τὰς γὰρ σόφισμα δεινότατόν ἐστιν ἐκάτερον. νβ. Σωκράτης Κλέωνι. Ὅταν οἱ λύκοι μεγάλη περιτύχῃσι θήρα καὶ τῷ χώρῳ φιλοσοφήσωσιν ὡσπερ ἐγκράτειαν, ἀρνῶν ἔχουσι τὸ ἥθος, καὶ τὸ ἀγριον εἰς τὸ φιλάνθρωπον μεταβάλλουσι, καὶ θαυμαστὴν τινα δικαιοσύνην ὁ χόρος ἐκδιδάσκει τοὺς λύκους· μετὰ τῶν προβάτων συνvé- μονται, μηδὲν τὸ ποίμνιον λυμαινόμενοι, καὶ σπένδονται τοῖς ποιμέσι, καὶ τὴν σωφροσύνην γεραῖρουσιν, ἄχρις ἂν αὐτοὶς ἡ γαστὴρ ἀναπνεύσῃ. ἀλλὰ σὺ ποιναὶς εἰσπραττόμενος. καὶ τῶν λύκων τὸν τρόπον ἀναιδέστερον κέκτησαι καὶ μᾶλλον πλεονεκτικώτερον, ὅταν ὁ χρυσὸς ὑπερα- ναβλύσῃ τῶν σῶν θησαυρῶν, ὡσπερ οἱ μέθυσοι. διψῶσι γὰρ ὅταν χορεσθῶσι τοῦ οἴνου, καὶ σοφίζονται τῇ μέθῃ μέθης ἐπίτασιν· διὰ γὰρ τὴν εἰς ἄκρον εὐεξίαν πρὸς τὴν ἐναντίαν διάθεσιν μεταπίπτουσι, περι- γανύντος τοῦ οἴνου τοὺς οἰνόφλυγας καὶ ἐκκάοντας. ἄπαγε τῆς ἀκολάστου μέθης, ἀκόλαστε, ἵνα μὴ πρὸς τὴν ἐναντίαν ῥοπὴν μεταβῆς, ἀφαιρουμένης τῆς τύχης ἅπερ καὶ δέδωκε· τοιαύταις γὰρ τοὺς ἀχαρίστους

---

Theophylactus Simocatta, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003480.
