# Epistulae 874.8

Theophylactus Simocatta, Epistulae, 874.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/epistulae/874.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theophylactus-simocatta/epistulae/874.8

πείρα μαθόντα καὶ γεννήσεως σχέσιν καὶ στοργῆς ἀλγηδόνας. ἐπεποίητο, καὶ τοῖς κόλποις τῆς γῆς τὴν ἑαυτοῦ τρο-φήν ἐθησαύριζεν, οἷα προμηθέστερος ὧν ὁ μύρμηξ τοῦτέττιγος. παραχρῆμαι τοίνυν ἐκ τῶν βορείων ὁ ἥλιος,ἀπὴν τὸ μεσότροπον, καὶ ὁ χειμὼν ἐπεφοίτα τῇ γῇ, ἡδὲ θάλαττα τὰς γαληναίας σπονδὰς διελύσατο. οἱ πλοι-τῆρες τοὺς λιμένας ὡς σωτῆρας ἠσπάζοντο, ὁ γεωρ-γὸς ἐπὶ τὴν ἑαυτοῦ ἀλέαν κατέφευγε, καὶ ὁ μύρμηξ ἐνταῖς λαγύσι τῆς γῆς τοὺς πόνους εἶχεν ἐστίασιν ἐπιτή-δειον. ἱκέτευε δὲ ὁ τέττιξ τὸν φιλόπονον μύρμηκατῶν θησαυρῶν μετασχεῖν· ὁ δὲ τὸν μελωδὸν τῶν ἑαυ-τοῦ θυρῶν ἀπεπέμπετο, πολὺν αὐτοῦ τῆς ἀργίας κα-ταχέων τὸν γέλωτα, καὶ τῶν θερινῶν ἀσμάτων αὐτὸνἀνεμύμνησε. διόπερ δὲ μὲν εἶχε λιμὸν τὴν ὥρην, ὁδὲ τοὺς πόνους τροφήν.Ἄρμόττει σοι ὁ μῦθος, Λυσίστρατε· ἀργὸς γὰρ ὧνἀθλιώτερος εἴ τοῦ πυρέσσοντος, ἐσθίων μάτην διπλά-σια. ἀπαγε δῆτα τῆς ἀργίας, ὧ βέλτιστε. τὰ τῆςφύσεως δῶρα κατήσχυνας, τηλικαύτην βίωμην καὶ εὐ-ρωστίαν τοῦ σώματος ἀκόσμητον παρεῖδον, ἐπιστήμηνπόνων ἀσχεῖν μὴ βουλόμενος.

---

Theophylactus Simocatta, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003480.
