# Epistulae 879.4

Theophylactus Simocatta, Epistulae, 879.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/epistulae/879.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theophylactus-simocatta/epistulae/879.4

οθ' Ἰσοκράτης Διονυσίῳ. Προπομποί καὶ βραδύδοχοι καὶ κήρυκες καὶ θρόνων ὑψηλοτάτων ἐπίτευξις φιλοσοφίας ἐστὶν ἀχλύς, καὶ διαιρετικωτάτος πέφυκε τῶν ἀρετῶν χωρισμός. οὐχ ἡμειψας μετὰ τῆς τύχης τὴν φύσιν· ἐτι τὸν θύλακον ἔχεις δερματίνον· θνητὴν γὰρ ἔχεις ἐκ προοιμίου τὴν σύστασιν. τί δῆτα τὸ κενὸν τοῦτο καὶ κῶφον δοξάριον ἐπὶ τοσοῦτον τῶν πηλίνων ἀχὼν διεφύσῃσε; μεγάλης ἀνοίας ἐνεφορθήθης, ὦ δύστηνε, καὶ τῆς φύσεως τὴν γνώσιν ἀφήρησαι· οὕτω τὰ μετέωρα τῆς τύχης κινῆματα ἐκστήναι σε τῆς παλαιᾶς θεωρίας ἠνάγκασε, καὶ τῆς σώφρονος ἐκείνης μανίας ἀναχωρεῖν παρεσκεύασεν. ἦν σοι πάλαι μεταξὸσιον τὸ χαμαιζήλον· νῦν δὲ καὶ γῆμαλὼν καὶ περίγειον ὁ τῆς τύχης ὄρος ἀκρότατος, οὐχὼν τῆς ψευδοῦς εὐδαιμονίας ἀρίστασο, καὶ τὴν δραπέτιν τύχην δραπέτευε· προφθόνων γὰρ τὴν ἀγνώμονα, ἄρῶν τὴν μεταβολὴν οὐ δυσφορήσεις προσπίπτουσαν.

---

Theophylactus Simocatta, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003480.
