# Epistulae 880.1

Theophylactus Simocatta, Epistulae, 880.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/epistulae/880.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theophylactus-simocatta/epistulae/880.1

τὰ ὥτα φησιν ὁ τοῦ Μέλητος, ὅτε ταῖς οἰκίαις πρὸς τὰς ἀχολάστους Σειρήνας ἀνήγοντο, τὸν δὲ Λαέρτου ἐν δεσμοῖς ἀπεῖργθαι ὡς ἐν εἰρκτῇ δυσφεύκτῳ τινί. μυθολογεῖται τὰ τῆς φιλοσοφίας ἀπόρρητα· Σειρήνας γὰρ δοκῶ τὰς ἀσχήμονας ἡδονὰς τὴν ποίησιν ἀναπλάττεσθαι. καὶ θαυμάζω λίαν τὸν Ὅμηρον συγχινῶντα τοῖς πλάσμασι τὴν ἀλήθειαν καὶ κυκεῶνα νέκταρος προστηγέστερον ταῖς ἀκοαῖς ἡμῶν ἀναμείξαντα, οἷάπερ ὕδωρ τῷ ψευδεῖ οἴνῳ ἡδυτάτῳ τινὶ τῇ ἀληθείᾳ κεράσαντα· οὕτω γὰρ οὔτε τοῖς πλάσμασιν ἀπατώμεθα, οὔτε τῇ δυσφεύκτῳ τῶν ὄντων καταλήψει τὸν νοῦν μεθυσκόμεθα. διὸ κηρῷ μὲν τὴν ἀπειρίαν, δεσμῷ δὲ τὴν φιλοσοφίαν ἐδήλωσεν. ἐντεῦθεν Ὀδυσσέα μόνον τῶν ὑπερκυκνειῶν μελῶν ἀκούοντα τερατεύεται καὶ τοῖς δεσμοῖς τὴν ἔρεσιν διακόπτειν. ἡ μὲν γὰρ τῶν κακῶν ἀπειρία ἀφιλόσοφος ἀρετή, ἡ δὲ τῶν ἡδονῶν ἀναχῶρησις φιλοσοφίας ἐναγώνιον τρόπαιον. ἐπειδὴ τοίνυν, Ἀλκιδιανᾷ, τῆς Ὀδυσσέως πλάνης ὁ παρὼν βίος εἰκόνισμα, καὶ τῇ θαλάττῃ τῶν θορύβων ὁ δειλαῖος ἄνθρωπος περιπλῆγεται, καὶ σειρηνησίον ἡμᾶς ὤδων περιπολοῦσιν ἡχήματα, καὶ πνευμάτων δίκην ποτὲ μὲν ἐνθένδε ποτὲ δὲ ἀλλοθὲν ποθεν περικροτοῦσιν ἐξαίσια, τὸν Ἡγελότης ὁμόζυγα μιμησόμεθα, ἀρρηκτὸν τινὰ τῶν ἀρετῶν καὶ θεῖον δεσμὸν τὴν φιλοσοφίαν ἀσχήσαντες.

---

Theophylactus Simocatta, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003480.
