# Excerpta de legationibus 481

Theophylactus Simocatta, Excerpta de legationibus, 481. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus/481
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus/481

πειν ἐνύπνιον τὸν κτησάμενον, ἢ τῇ ὑστεραία τῆς ἔναγχος μεμνῆσθαι κραιπάλης. Υμεῖς, ὡ Ῥωμαῖοι, τὴν παῤῥησίαν πάλαι τῷ πολέμῳ δεδώκατε· ὑμεῖς καὶ τῆς εἰρήνης γίνεσθε μαθηταὶ, ἐπικηρυκευομένων Περσῶν τὸν φιλόδακρυν ἀποσείσασθαι πόλεμον. Οὗ γὰρ τῆς ἁμαρτίας ἡ ἔναρξις, τούτοις καὶ τῆς ἐπανορθώσεως ὁ μετάμελός ἐστιν ἁρμόδιος. Μὴ γενέσθω θάρσος ὑμῖν ταῦτα τὰ φιλάνθρωπα ῥήματα, Οὐ γὰρ περιδεὴς γεγονὼς ὁ Περσῶν βασιλεὺς, χθές που καὶ τρίτην ὅτε τῆς ἰδικῆς τὸ Ῥωμαῖκὸν κατετόλμησε γῆς, τὴν συμπλοκὴν ἀπαναίνεται· χρυσῷ γὰρ πολλῷ καὶ δώροις λαμπροῖς πρίασθαι Ῥωμαίοις τὰς σπονδὰς ἐγκελεύεται. Οὐ γὰρ δὴ ποινὴν καταθέσθαι τοὺς ἡμαρτηκότας θέμις τὸν πόλεμον. Ἱκανὴ γὰρ ἡ ἔκτισις, καὶ Περσικὸν κατευνάσαι θυμὸν, καὶ θράος περιστεῖλαι Ῥωμαίων, πολεμικῆς ὀρεγόμενον σάλπιγγος. Ἔτι τοίνυν παρατείνοντος τοῦ λόγου τοῦ πρέσβεως, Ῥωμαῖοι κατεχειροποίουν συρίττοντες, καὶ ταραχὴν ταῖς βοαῖς ἐνεποίουν, ὥσπερ δεινοπαθούντων ἐπὶ τοῖς ῥήμασι τοῦ βαρβάρου. Ἐδόκουν γὰρ καὶ Ῥωμαῖοι μεγαλαυχεῖν ἐπὶ τοῖς ἔναγχος γεγενημένοις, ὡς ἐσέδυσαν ἐς τὴν Περσῶν πολιτείαν, ὡς λείας ἐκράτησαν, ὡς Καρδαρίγαν ἐφενάκισαν. Ὁ δὲ στρατηγὸς τὴν ἐκκλησίαν διέλυσεν· καὶ ὁ Πέρσης οὐκ ἐπέθηκεν τέλος τοῖς ῥήμασιν. Ὀλίγαι τοίνυν ἡμέραι διῳχήκασι, καὶ ὁ τῆς Νισίβιδος τῆς ἱερατικῆς προλάμπων τιμῆς, ὡς τὸν στρατηγὸν ἀφικνεῖται, τὰ αὐτὰ τῷ Μεβώδῃ ῥήματα ἐς μέσον τιθέμενος. Τὸ τηνικαῦτα τοιγαροῦν ὁ στρατηγὸς τῶν Περσῶν λόγους δι´ ἐπιστολέως ἐς βασιλέα παρέπεμψεν. Ὁ δὲ βασιλεύς τὰς τοῦ στρατηγοῦ ἱστορήσας κεραίας παραυτίκα ἀνεῖλε προστάγματι, τὸν Φιλιππικὸν ἐγκελευσάμενος τὰς αἰσχίστας ταύτας σπονδὰς ἀποπέμπεσθαι, ὡς ἀπφδούσης Ῥωμαῖκῆς μεγαλεότητος. Καὶ μέντοι ὁ στρατηγὸς τὰς αὐτοκρατορικὰς δέλτουττπτυξάμενος, ἐπὶ τὸ Μαμβραθῶν στρατοπεδεύεται, οὕτω μὲν ἐσφρίγα ὁ πόλεμος, Ὅτι ὁ Χοσρόης μετὰ τὴν ἧτταν, τὰς στάσεις τοῦ ὁπλιτικοῦ δεδιὼς, διενοήθη ἐς λόγους περὶ τῆς εἰρήνης κοινολογήσασθαι Τιβερίῳ τῷ Καίσαρι, Ὁ δὲ Καῖσαρ ταῦτα πυθόμενος, ἐς διαλλαγὰς προῖέναι διέγνω. Ἐκπέμπει γοῦν τοὺς περὶ συμβάσεως λόγους δυνατοὺς καθιδρύσασθαι κεχειροτονηκὼς πρεσβευτὰς Ἰωάννην καὶ Πέτρον, ἐν τῇ κορυφαίῳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἀξία· πατρίκιοι δ´ ἄρα ὄντες ἐτύγχανον, Θεόδωρόν τε τῇ μαγιστερίᾳ ἀρχῇ παρὰ Ῥωμαίοις τιμώμενόν τε γεραιρόμενον, καὶ μὴν καὶ Χοσρόης Σαρναχοσγάνην ἄνδρα τῇ Περσικῇ πολιτείᾳ διὰ τὴν ἀξίαν ἀπόβλεπτον, πρὸς ἑτέροις ἀξιολογωτάτοις ἀνδράσι τῷ πολέμῳ δι´ αὐτων παραδοὺς τὴν ἀνάπαυλαν. Σύστασις τοίνυν περὶ τὴν ἀΑρμενίαν κατ´ ἐκεῖνο καιροῦ κρατερᾶς μάχης Ῥωμαίοις τε καὶ Πάρθοις, Ταμχοσρῶε ἐφεστηκότος τῆς Βαβυλωνίας δυνάμεως, Ἰουστινιανοῦ δὲ τῆς Ῥωμαῖκῆς, γίνεται κατόπιν τὸ Ῥωμαῖκὸν τῆς προτέρας εὐκλείας. Διά τοι τοῦτο ἀπειρήκασι Μῆδοι τῶν εἰρηναίων σπονδῶν. Καὶ πάλιν αὐτοῖς ἀναζωπυροῦται τὸ φιλρπόλεμον, μετριοπαθεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες ἐπιτεύγμασιν. Οἱ μὲν οὖν πρέσβεις μέχρι λόγων τὰ τοῦ σκοποῦ διανύσακτες, χωροῦσι πρὸς τὰ οἴκοι, ὀρφανὰς τὰς πρεσβείας τῆς εἰρήνης καταλείψαντες,

---

Theophylactus Simocatta, Excerpta de legationibus. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003932.
