# Testimonia 227.1

Theopompus, Testimonia, 227.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia/227.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theopompus-hist/testimonia/227.1

ΚΕΦΑΛΑΙΟΝ Α. ΑΠΟΛΛΟΔΩΡΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ Β. α'. τῆς ἐλαίας ἐδέσμευσεν αὐτήν, ἥτις ἐν τῷ Μυκηναίων ὑπῆρχεν ἄλσει. Διὸς δὲ ἐπιτάξαντος Ἑρμῇ κλέψαι τὴν βοῦν, μὴ γνῶσαντος Ἱέρακος, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο, λίθῳ βαλὼν ἀπέκτεινε τὸν Ἄργον, ὅθεν Ἀργειφόντης ἐκλήθη. 5 Ἥρα δὲ τῇ βοῖ σίστρον ἐμβάλλει. Ἡ δὲ πρώτων ἦκεν εἰς τὸν ἀπ’ ἐκείνης Ἰόνιον κᾰλπτον κληθέντα· ἔπειτα διὰ τῆς Ἁλυρίδος πορευθεῖσα, καὶ τὸν Αἴμον ὑπερβαλοῦσα, διέβη τὸν τότε μὲν καλούμενον πόρον Θράκιον, νῦν δὲ ἀπ’ ἐκείνης Βόσπορον. 6 Ἐπελθοῦσα δὲ εἰς Σκυθίαν καὶ τὴν Κιμμερίδα γῆν, πολλὴν χέρσον πλανηθεῖσα, καὶ πολλὴν διανηξαμένη θαλάσσαν Εὐρώπης τε καὶ Ἀσίας, τελευταίως ἦκεν εἰς Αἴγυπτον· ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα, γεννᾷ παρὰ τῷ Νείλῳ ποταμῷ Ἐπαφον παῖδα. 7 Τοῦτον δὲ Ἥρα δέεται Κούρητὸν ἀφανῆ ποιῆσαι· οἱ δὲ ἠφάνισαν αὐτόν. Καὶ Ζεὺς μὲν αἰσθόμενος κτείνει Κούρητας· Ἰὼ δὲ ἐπὶ ζήτησιν τοῦ παιδὸς ἐτράπετο. 8 Πλανωμένη δὲ κατὰ τὴν Συρίαν ἀπασαν (ἐκεῖ γὰρ ἐμηνύετο, ὡς τοῦ Βυβλίων βασιλέως γυνὴ ἐτυθοῦεν τὸν υἱόν), καὶ τὸν Ἐπαφον εὑροῦσα, εἰς Αἴγυπτον ἐλθοῦσα, ἐγαμήθη Τηλεγόνῳ τῷ βασιλεύοντι τότε Αἰγυπτίων. Ἱδρύσατο δὲ ἀγᾰλμα Διὸς πατρὸς, ἣν ἐκάλεσαν Ἰσιν Αἰγύπτιοι, καὶ τὴν Ἰὼ Ἰσιν ὁμοίως προσηγόρευσαν.

---

Theopompus Hist., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003483.
