# Testimonia 246.3-249.36

Theopompus, Testimonia, 246.3 to 249.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia/246.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theopompus-hist/testimonia/246.3

ΚΕΦΑΛΑΙΟΝ Ζ'. ΑΠΟΛΛΟΔΩΡΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ Β, ζ'. Τευθρανίας ἔδωκεν αὐτὴν δυνάστη· κάκεινος γυναῖκα ἐποίησατο. παρέχειν ἄπονον. ³ Γενομένου δὲ τούτου, εὐωχοῦμενος παρὰ Οἰνεῖ, ³ Αὐθὶς δὲ ἐκεῖθεν δρμηθείς, Αἰγimίῳ βασιλεῖ Δωριέων συνεμάχησε. Λαπίθαι γὰρ περὶ γῆς ὅρων ἐπολέμουν αὐτῷ, Κορώνω στρατηγούντων. Ὁ δὲ, πολιορκούμενος, ἐπεκαλέσατο τὸν Ἡρακλῆς βοηθὸν ἐπὶ μέρει τῆς γῆς. Βοηθήσας δὲ Ἡρακλῆς ἀπέκτεινε Κό- ρονον μετὰ καὶ ἄλλων, καὶ τὴν γῆν ἅπασαν παρέδωκεν ἐλευθέραν αὐτῷ. ⁴ Ἀπέκτεινε δὲ καὶ Λαογόραν, μετὰ τῶν τέκνων, βασιλέα Δρυόπων, ἐν Ἀπόλλωνος τεμένει δαινύμενον, ὀδοντὴν ὄντα, καὶ Λαπιθῶν σύμμαχον. ⁵ Παριόντα δὲ Ἴτωνον εἰς μονομαχίαν προεκαλέσατο αὐτὸν Κύκνος Ἄρεος καὶ Πελοπίας. Συστάς δὲ καὶ τοῦτον ἀπέκτεινεν. ⁶Ὁς δὲ εἰς Ὀρμενίην ἦκεν, Ἀμύντωρ αὐτὸν ὁ βασιλεύς μεθ’ ὅπλων οὐκ εἴα διέρχεσθαι. Κωλυόμενος δὲ παρίεναι, καὶ τοῦτον ἀπέκτεινεν. ⁷ Ἀφικόμενος δὲ εἰς Τραχῖνα, στρατείαν ἐπ’ Οἴχαλίαν συνήθροιζεν, Εὐρύτον τιμωρήσασθαι θέλων. Συμμαχούντων δὲ αὐτῷ Ἀρκαδίων καὶ Μηλιέων τῶν ἐν Τραχίνοις, καὶ Λοκρῶν τῶν Ἐπικηνηδίων, κατείνας μετὰ τῶν παίδων Εὐρύτον, αἴρει τὴν πόλιν. ⁸Καὶ θαύρας τῶν σὺν αὐτῷ στρατευσαμένων τοὺς ἀποθανόντας, Ἰππασῶν τε τὸν Κήμυκος, καὶ Ἄργειον καὶ Μέλανα τοὺς Λιкуμνίου παῖδας, καὶ λαφυραγωγήσας τὴν πόλιν, ἦγεν Ἰόλην αἰχμάλωτον. ⁹Καὶ προσορμισθείς Κηναίῳ τῆς Εὐβοίας, ἐπ’ ἀκρωτηρίῳ Διὸς Κηναίου βωμὸν ἱδρύσατο. ¹⁰Μέλλων δὲ ἱερουργεῖν, εἰς Τραχῖνα (Αίχαν) τὸν κήρυκα ἐπεμψε, λαμπρὰν ἐσθῆτα οἴσοντα. Παρὰ δὲ τοῦτο τὰ περὶ τὴν Ἰόλην Δηϊάνειρα πυθομένη, καὶ δείσασα μὴ ἐκεῖνιν μᾶλλον ἀγαπήση, νομίσασα ταῖς ἀληθείαις φίλτρον εἶναι τὸ ρεῦν αἷμα Νέσσου, τοῦτον τὸν χιτῶνα ἔχρισεν. Ἐνδὺς δὲ Ἡρακλῆς ἔθυσεν. ¹¹Ὁς δὲ θερμανθέντος τοῦ χιτῶνος ὁ τῆς ὑδρας ἰς τὸν χρωτὰ ἔστη, τὸν μὲν Λέιχαν τοῖν ποδοῖν ἀράμενος, [ἀπὸ τῆς Βοιωτίας εἰς τὴν Εὐβοϊκὴν θάλασσαν] κατηκόντισεν, τὸν δὲ χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι συναπεσπῶντο δὲ αἱ σάρκες αὐτῷ. ¹²Γοιαύτῃ δὲ συμφορᾷ κατασχθείς, εἰς Τραχῖνα ἐπὶ νεῦς κομίζεται. Δηϊάνειρα δὲ αἰσθομένη τὸ γεγονός, ἑαυτὴν

---

Theopompus Hist., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003483.
