# Testimonia 392.1

Theopompus, Testimonia, 392.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia/392.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theopompus-hist/testimonia/392.1

Νύμφης δὲ παὶς ὁ Σειληνὸς οὗτος, θεοῦ μὲν ἀφανέστερος τὴν φύσιν, ἀνθρώπου δὲ χρείττων καὶ θανάτου ἦν. Πολλὰ μὲν οὖν καὶ ἄλλα ἀλλήλοις διελέχθησαν, καὶ ὑπὲρ τούτων ὁ Σειληνὸς ἔλεγε πρὸς τὸν Μίδα· τὴν μὲν Εὐρώπην, καὶ τὴν Ἀσίαν, καὶ τὴν Λιβύην νῆσον εἶναι, ἣς περιῆρξεν κύκλῳ τὸν Ὠκεανόν. Ἦπειρον δὲ μόνην εἶναι ἐκείνην τὴν ἔξω τούτου τοῦ κόσμου. Καὶ τὸ μὲν μέγεθος αὐτῆς ἀπειρον διήγειτο· τρέφειν δὲ τὰ ἄλλα ζῷα μεγάλα, καὶ τοὺς ἀνθρώπους δὲ τῶν ἐνταῦθα διπλασίονας τὸ μέγεθος· καὶ χρόνον ζῆν αὐτούς, οὐχ ὅσον ἡμεῖς, ἀλλὰ καὶ ἐκείνων διπλοῦν· καὶ πολλάς μὲν εἶναι καὶ μεγάλας πόλεις, καὶ βίων ἰδιότητος, καὶ νόμους αὐτοῖς τετάχθαι ἐναντίους κειμένοις τοῖς παρ’ ἡμῖν νομιζομένοις. Δύο δὲ εἶναι πόλεις ἔλεγε μεγέθει μεγίστας, οὐδὲν δὲ ἀλλήλαις ἐοικέναι· καὶ τὴν μὲν ὀνομάζεσθαι Μάχιμον, τὴν δὲ Εὐσεβῆ. Τὰς μὲν οὖν Εὐσεβεῖς ἐν εἰρήνῃ τε διάζειν καὶ πλουτῶ βαθεῖ, καὶ λαμβάνειν τοὺς καρποὺς ἐκ τῆς γῆς χωρὶς ἀρότρων· καὶ βοῶν· γεωργεῖν δὲ καὶ σπείρειν οὐδὲν αὐτοῖς ἔργον εἶναι. Καὶ διατελοῦσιν ὕβεις καὶ ἄνοσοι, καὶ καταστρέφουσι τὸν ἑαυτῶν βίον γελῶντες εὖ μάλα καὶ θάμβενοι. Οὕτω δὲ ἀναμφιβόλως εἰσὶ δίκαιοι, ὡς μήτε τοὺς θεοὺς πολλάκις ἀπαξιοῦν ἐπιτροπὴν αὐτοῖς. Οἱ δὲ τῆς Μάχιμου πόλεως, μαχιμώτατοί τε εἰσὶ καὶ αὐτοί, καὶ γίνονται μεθ’ ὀπλῶν, καὶ ἀεὶ πολεμοῦσι, καὶ καταστρέφονται τοὺς ὁμόρους, καὶ παμπόλλων ἔθνῶν μία πόλις κρατεῖ αὐτή. Εἰσὶ δὲ οἱ οἰχῆτορες οὐχ ἐλάττους διακοσίων μυριάδων. Ἄποθνήσκουσι δὲ τὸν μὲν ἄλλον χρόνον νοσῆσαντες, σπάρνιον δὲ τούτο, ἐπεὶ τὰ γε πολλὰ ἐν τοῖς πολέμοις, ἢ

---

Theopompus Hist., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003483.
