# Testimonia 397.1

Theopompus, Testimonia, 397.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia/397.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theopompus-hist/testimonia/397.1

γεγονέναι, καὶ μήτε πράγμασι, μὴτ’ ἀνθρώποις, πολὺν χρόνον τοῖς αὐτοῖς ἐπιμένειν δυνάμενον. λειφθείση χώρα Εὐαγόρας τε καὶ ὁ τούτου παὶς Πυνταγόρας, λανθάνοντες ἀλλήλους, συνεκάθευδον· Θρασυδαίου τοῦ ἡμαρβέντος (ὃς ἦν Ἥλειος τὸ γένος) αὐτοῖς παρὰ μέρος ὑπηρετουμένου τῇ πρὸς τὴν χώραν ἀκολουθίᾳ. Καὶ ὡς τοῦτο αὐτοῖς αἴτιον ἀλέθρου γέγονε, Θρασυδαίου τὴν ἐκείνων ἀναίρεσιν κατεργασαμένου. Εἶτα τὶνα τρόπον Ἄκωρις ὁ Αἰγύπτιος πρὸς τοὺς Πισίδας ἐποιήσατο συμμαχίαν· περὶ τε τῆς χώρας αὐτῶν καὶ τῶν Ἀσπενδίων· περὶ τε τῶν ἐν Κύῳ καὶ Κνιδῷ ἱαρῶν, ὡς Ἀσκληπιάδαι, καὶ ὡς ἐκ Σύρουνοι οἱ πρῶτοι ἀφίκοντο ἀπόγονοι Ποδαλείριου· καὶ περὶ Μόψου τοῦ μάντεως, καὶ τῶν θυγατέρων Ῥοδῆς καὶ Μηλιάδος καὶ Παμφυλίας· ἐξ ὧν ἡ τε Μόψουεστία, καὶ ἡ ἐν Λυκίᾳ Ῥόδος, καὶ ἡ Παμφυλία χώρα τὰς ἐπωνυμίας ἔλαβον. Τίνα τε τρόπον ὑφ’ Ἑλλήνων ἡ Παμφυλία καταρρίφθη, καὶ ὁ πρὸς ἀλλήλους συνέστη πόλεμος. Καὶ ὡς Λύκιοι πρὸς Τελμισσεῖς, ἡγουμένου αὐτοῖς τοῦ σφῶν βασιλέως Περίχλου, ἐπολέμησαν, καὶ οὐκ ἀνέχων πολεμοῦντες, ὡς αὐτοὺς τειχῆρει ποιήσαντες καθ’ ὁμολογίαν παρεστήσαντο.

---

Theopompus Hist., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003483.
