# Testimonia 702.10-703.9

Theopompus, Testimonia, 702.10 to 703.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia/702.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theopompus-hist/testimonia/702.10

L. 18. ὀθονίων ἀπέλυσεν τὰ δύο μέρη· τὰ τε ἐγλε-λειμμένα πάντα ἐν τοῖς πρότερον χρόνοις ἀπο-κατέστησεν εἰς τὴν καὐχούσαν τάξιν, φροντί-ζων ὅπως τὰ εἰθισμένα συντελῆται τοῖς θεοῖς, κατὰ τὸ 1. 19. προσῆκον· ὁμοίως δὲ καὶ τὸ δίκαιον πᾶσιν ἀπένειμεν, καθάπερ Ἑρμῆς ὁ μέγας καὶ μέγας· προσέταξεν δὲ καὶ τοὺς καταπορευομένους ἐκ τε τῶν μαχίμων, καὶ τῶν ἄλλων, τῶν ἀλλότρια 1. 20. φρονησάντων, ἐν τοῖς κατὰ τὴν ταραχὴν καιροῖς, κατελθόντας μένειν ἐπὶ τῶν ἰδίων κτήσεων· προενοήθη δὲ καὶ ὅπως ἐξαποσταλῶσιν συνάμεις ἱππικαὶ τε καὶ πεζικαί, καὶ νῆες, ἐπὶ τοὺς ἐπελθόντας 1. 21. ἐπὶ τὴν Αἴγυπτον κατὰ τε τὴν θάλασσαν καὶ τὴν ἤπειρον, ὑπομείνας δαπάνας ἀργυρικὰς τε καὶ σιτικὰς μεγάλας, ὅπως τὰ θ’ ἱερὰ, καὶ οἱ ἐν αὐτῇ πάντες, ἐν ἀσφαλείᾳ ὡσιν· παραγινόμε- 1. 22. νος δὲ καὶ εἰς Λύκων πόλιν, τὴν ἐν τῷ Βουσιρίτῃ, ἥ ἤν κατειλημμένη καὶ ὀχυρωμένη πρὸς πολιορκίαν ὅπλων τε παραθέσει διαφιλεστάτῃ, καὶ τῇ ἄλλῃ χορηγίᾳ πάσῃ, ὡς ἂν ἐκ πολλοῦ 1. 23. χρόνου συνεστηκυίας τῆς ἀλλοτριότητος τοῖς ἐπισυναγούσιν εἰς αὐτὴν ἀσεβέσιν, οἱ ἦσαν εἰς τε τὰ ἱερὰ, καὶ τοὺς ἐν Αἰγύπτῳ κατοικοῦντας πολλά κακὰ συντετελεσμένοι, καὶ ἄν- 1. 24. τιχαθίσας, χώμασιν τε καὶ τάφροισ καὶ τείχεσιν αὐτὴν ἀξιολόγοις περιέλαβεν· τοῦ τε Νείλου τὴν ἀνάδασιν μεγάλην ποιησαμένου ἐν τῷ ὀγδόῳ ἔτει, καὶ εἰθισμένου κατακλύζειν τὰ 1. 25. πεδία, κατέσχεν, ἐκ πολλῶν τόπων ὀχυρώσας τὰ στόματα τῶν ποταμῶν, χορηγήσας εἰς αὐτὰ χρημάτων πλήθος οὐχ ὀλίγον· καὶ, καταστήσας ἱππεῖς τε καὶ πεζοὺς πρὸς τῇ φυλακῇ 1. 26. αὐτῶν, ἐν ὀλίγῳ χρόνῳ τὴν τε πόλιν κατὰ κράτος εἷλεν, καὶ τοὺς ἐν αὐτῇ ἀσεβεῖς πάντας διέφθειρεν· καθάπερ Ἑρμῆς καὶ Ὦρος, ὁ τῆς Ἶσιος καὶ Ὀσῖριος υἱός, ἐχειρώσαντο τοὺς ἐν τοῖς αὐτοῖς 1. 27. τόποις ἀποστάντας πρότερον· τοὺς [τ’] ἀρνησαμένους τῶν ἀποστάτων ἐπὶ τοῦ ἑαυτοῦ πατρός, καὶ τὴν χώραν ἐ[νοχλῶ]σοντας, καὶ τὰ ἱερὰ ἀδικήσοντας, παραγενόμενος εἰς Μέμφιν, ἐπαμυνών

---

Theopompus Hist., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003483.
