# Fragmenta 1

Theotimus, Fragmenta, Dfhg-Source dfhg4_THEOTIMUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theotimus/fragmenta/1

Κάρρωτος, ὄνομα κύριον, περὶ οὗ μέμνηται πρὸς τὸν Ἀρκεσίλαον· οἱ δὲ τὸν ἡνίοχον τούτου, ὅν φησιν ὁ Πίνδαρος (scr. Δίδυμος) τῆς Πυθιακῆς νίκης αἴτιον γενέσθαι τῷ Ἀρκεσιλάῳ, κατάγειν δὲ αὐτῷ καὶ στρατιωτικὸν ἀπὸ τῆς Ἑλλάδος ἀθροίσαντα. Ταῦτα δὲ πιστοῦται παρατιθέμενος τὰ Θεοτίμου ἐκ τοῦ πρώτου Περὶ Κυρήνης ἔχοντα οὕτως· «Διαπίπτουσαν δὲ τὴν πρᾶξιν αἰσθόμενος ὁ Ἀρκεσίλαος καὶ βουλόμενος δι ̓ αὐτοῦ τὰς Ἑσπερίδας οἰκίσαι, πέμπει μὲν εἰς τὰς πανηγύρεις ἵππους ἀθλήσοντας Εὔφημον ἄγοντα, νικήσας δὲ τὰ Πύθια καὶ τὴν ἑαυτοῦ πατρίδα ἐστεφάνωσε καὶ ἐποίκους εἰς τὰς Ἑσπερίδας συνέλεγεν. Εὔφημος μὲν ἐτελεύτα· Κάρρωτος δὲ τῆς Ἀρκεσιλάου γυναικὸς ἀδελφὸς διεδέξατο τὴν τῶν ἐποίκων ἡγεμονίαν.» Ὁ τοίνυν Πίνδαρος τοῖς ἑταίροις καθομιλῶν τὸ καταπραχθὲν τῷ Εὐφήμῳ τῷ Καρρώτῳ προσῆψε.

---

THEOTIMUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1727.tlg002.local002/.
