Ancient Greek
2.1.Section t to 2.1.4
Thessalus Astrol. et Med., De virtutibus herbarum (e codd. Paris. gr. 2502 % Vindob. med. gr. 23 % Londin. reg. 16 C II) 2.1.Section t-4
Not analysed yet
⌞Ἡλίου βοτάνη κιχώριον⌟ Πρώτη βοτάνη ἡλίου ἡ προσαγορευομένη ἡλιοτρόπιον· εἰσὶ δὲ πλείονα εἴδη ἡλιοτροπίων, ἀλλὰ τούτων πάντων ἐνεργέστατόν ἐστιν τὸ λεγόμενον κιχώριον. τούτου ὁ χυλὸς μίσγεται μετὰ ῥοδίνου καὶ γίνεται σύγχρισμα. εὐθετεῖ δὲ καρδιακοῖς καὶ ἀπαλλάσσει, λύει δὲ τριταίας καὶ τεταρταίας περιόδους καὶ σὺν ἐλαίῳ δὲ ὠμῷ ἴσῳ ἴσος μιγνύμενος κεφαλαλγίας παύει. εἰ δέ τις πρὸς ἀνατολὴν βλέπων χρίσει τῷ χυλῷ ἑαυτοῦ τὸ πρόσωπον ἐπικαλεσάμενος τὸν βοϛλˈν καὶ δεηθεὶς δοῦναι αὐτῷ χάριν, ἔσται προσφιλέστατος πᾶσιν ἀνθρώποις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.