# Poemata de Arato [Dub.] 1

Thomas Magister, Poemata de Arato [Dub.], Poem 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/thomas-magister-philol/poemata-de-arato-dub/1

Στίχοι ὑπεραπολογητικοὶ Ἀράτου εἰ κατάρατος Ἄρατος ἄρα, φίλος, οὐκ ἂν σοφὸς γένοιτο ταῦθ' ὁ μανθάνων ὅσων Ἄρατος συγγραφεύς σοι τυγχάνει. εἰ δ' ὃς πονήσας ὑπεράντλους τοὺς πόνους εἰς σὴν σοφὴν προὔθηκε μάθησιν λόγους λαβὼν συνεργὸν ὡς ἐγὼ θεὸν λέγω ἦν ἄρα κατάρατος ὡς σὺ λέγεις, σχολῇ γ' ἂν ἄλλος ἐκφυγὼν τὴν κατάραν ῥάθυμος ὤν τις εὐλογηθείη τάχα. εἰ δ' ὡς πλάνην πάσχοντι σεπτῶν δογμάτων αὐτῷ προσῆψας ἰταμῶς τὴν κατάραν, ὡς δύσκολός τις καὶ τραχὺς εἶ, γεννάδας κριτὴς καταστὰς πρὶν θεὸς στήσῃ κρίσιν, τὴν ἀπόφασιν προφθάνων τοῦ δεσπότου, ἣν οὐ γινώσκεις πῶς γένοιτο καὶ πότε. ἐγὼ δὲ τοῦτον οὐ κατάρατον λέγω, τὸν μὴ προφητῶν συμβαλόντα τοῖς λόγοις, τὸν μὴ τυχόντα Μωσέως νομοθέτου, τὸν Χριστὸν αὐτὸν οὐκ ἰδόντα τοῖς κάτω, κηρύγματός τε τῶν σοφῶν ἀποστόλων ὃς οὐ κατηξίωτο, φεῦ τῆς ζημίας. οἴκτου δὲ τοῦτον ἀξιοῦν μᾶλλον πρέπει· σὺ δὲ φθονεῖν ἔοικας Ἀράτῳ, φίλος.

---

Thomas Magister Philol., Poemata de Arato [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9023.tlg002.local001/.
