# Poemata de Arato [Dub.] 2

Thomas Magister, Poemata de Arato [Dub.], Poem 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/thomas-magister-philol/poemata-de-arato-dub/2

Ἕτεροι ἀντιβατικοὶ Ἀράτου Θωμᾶ οὐ μὴν Ἄρατος κατάρατος, ὦ φίλος; τίς γὰρ σοφὸς γένοιτ' ἂν αὐτὰ μανθάνων ἃ δὴ συνεγράψατο γνῶσις Ἀράτου; ἐπεὶ πονήσας ὑπεραπείρους πόνους προὔθηκεν ἀνόνητον ἔκθεσιν λόγων, ὡς μὴ σύνεργον τοῖς πόνοις θεὸν φέρων. ἦν γὰρ Ἄρατος κατάρατος, ὡς λέγω. ἄλλος δὲ σύμπας ἐκφύγοι τὴν κατάραν, ἐπευλογηθεὶς οἷς προσέσχεν ἐν θεῷ. ὡς γὰρ πρὸς ὀρθὴν μὴ τραπέντι τὴν τρίβον αὐτῷ προσάπτω τὴν κατάραν εὐλόγως, σαφὴς ἀληθὴς ὢν πρὸς αὐτόν, γεννάδας οὐχὶ κριτής, τὰ πλὴν θεοῦ κρίσιν λέγω, τὴν ἀπόφασιν ἀνάγων τῷ δεσπότῃ, ἣν οἱ κατ' αὐτόν, οἶδα, δέξονται τότε. ἐντεῦθεν αὐτὸν τρισκατάρατον λέγω, τὸν μὴ λόγοις οἷς εἶχε γνόντα τὸ πρέπον, τὸν μὴ δραμόντα πρὸς νόμους θεογραπτούς, τὸν οὐκ ἰδόντα καὶ Χριστοῦ σεπτοῖς τύποις οἷς προὔγεγραπτο καὶ στῖφος τῶν κηρύκων, ὧν οὗτος οὐχ ἥψατο, φεῦ ἀγνωσίας. οἶκτος δὲ τούτῳ τίς πρέπων; μὴ κατάρα, εἰ μὴ συναίρειν Ἀράτῳ δοκεῖς, φίλος;

---

Thomas Magister Philol., Poemata de Arato [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9023.tlg002.local001/.
