# Fragmenta 2

Thrasyllus Mendesius, Fragmenta, Dfhg-Source dfhg3_THRASYLLUS_MENDESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/thrasyllus-mendesius/fragmenta/2

Νεῖλος ποταμός ἐστι τῆς Αἰγύπτου, κατὰ πόλιν Ἀλεξάνδρειαν. Ἐκαλεῖτο δὲ πρότερον Μέλας ἀπὸ Μέλανος τοῦ Ποσειδῶνος· ὕστερον δ ̓ Αἴγυπτος ἐπεκλήθη δι ̓ αἰτίαν τοιαύτην· Αἴγυπτος, Ἡφαίστου καὶ Λευκίππης παῖς, βασιλεὺς ὑπῆρχε τῶν τόπων· δι ̓ ἐμφύλιον δὲ πόλεμον μὴ ἀναβαίνοντος τοῦ Νείλου, καὶ λιμῷ συνεχομένων τῶν ἐγχωρίων, ἔχρησεν ὁ Πύθιος τὴν εὐφορίαν, ἐὰν ὁ βασιλεὺς ἀποτρόπαιον θεοῖς τὴν θυγατέρα θύσῃ. Θλιβόμενος δὲ ὑπὸ τῶν κακῶν ὁ τύραννος, τοῖς βωμοῖς Ἀγανίππην προσήγαγε. Τῆς δὲ διασπασθείσης, ὁ Αἴγυπτος δι ̓ ὑπερβολὴν τῆς λύπης ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Μέλανα, ὃς ἀπ ̓ αὐτοῦ Αἴγυπτος μετωνομάσθη. Προσηγορεύθη δὲ Νεῖλος δι ̓ αἰτίαν τοιαύτην· Γαρμαθώνη, τῶν κατ ̓ Αἴγυπτον βασίλισσα τόπων, ἀποβάλλουσα τὸν υἱὸν αὐτῆς, Χρυσοχόαν, ἀκμῇ ἔφηβον, μετὰ τῶν οἰκετῶν ἐθρήνει συμπαθῶς τὸν προειρημένον. Ἴσιδος δ ̓ αἰφνιδίως ἐπιφανείσης, τὴν λύπην πρὸς καιρὸν ὑπερέθετο, καὶ προσποιητὴν χάριν σκηψαμένη, τὴν θεὸν ὑπεδέξατο φιλανθρώπως. Ἡ δὲ τὴν διάθεσιν τούτων ἀμείψασθαι βουλομένη τῆς εὐσεβείας, Ὅσιριν παρεκέλευσεν, ὅπως ἀγάγῃ τόν υἱὸν αὐτῆς ἐκ τῶν καταχθονίων τόπων. Τούτου δὲ ταῖς δεήσεσι τῆς γυναικὸς συμπεριενεχθέντος, Κέρβερος, ὃν ἔνιοι καλοῦσι Φοβερὸν, ὑλάκτησε· Νεῖλος δὲ, τῆς Γαρμαθώνης ἀνὴρ, αἰφνιδίως ἔνθεος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν καλούμενον Αἴγυπτον· ὃς ἀπ ̓ αὐτοῦ Νεῖλος μετωνομάσθη. Γεννᾶται δ ̓ ἐν αὐτῷ λίθος, κυάμῳ παρόμοιος, ὂν ἂν κύνες ἴδωσιν, οὐχ ὑλακτοῦσι· ποιεῖ δὲ πρὸς τοὺς δαιμονιζομένους· ἅμα γὰρ προστεθῆναι ταῖς ῥισὶν, ἀπέρχεται τὸ δαιμόνιον, Γεννῶνται δὲ καὶ ἄλλοι λίθοι, Κόλλωτες καλούμενοι· τούτους κατὰ τὴν ἀσέβειαν τοῦ Νείλου συλλέγουσαι χελιδόνες κατασκευάζουσι τὸ προσαγορευόμενον Χελιδόνιον τεῖχος· ὅπερ ἐπέχει τοῦ ὕδατος τὸν ῥοῖζον, καὶ οὐκ ἐᾷ κατακλυσμῷ φθείρεσθαι τὴν χώραν· καθὼς ἱστορεῖ Θράσυλλος ἐν τοῖς Αἰγυπτιακοῖς.

---

THRASYLLUS MENDESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2428.tlg002.local002/.
