# Fragmenta 3

Thrasyllus Mendesius, Fragmenta, Dfhg-Source dfhg3_THRASYLLUS_MENDESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/thrasyllus-mendesius/fragmenta/3

Γίνεται ἡ ἔξοδος (sc. Τῶν Ἰουδαίων) κατὰ Ἴναχον πρὸ τῆς Σωθιακῆς περιόδου ἐξελθόντος ἀπ ̓ Αἰγύπτου Μωυσέως ἔτεσι πρότερον τριακοσίοις τεσσαράκοντα εʹ. Ἀπὸ δὲ τῆς Μωυσέως στρατηγίας καὶ Ἰνάχου ἐπὶ πὸν Δευκαλίωνος κατακλυσμὸν, τὴν δευτέραν λέγω ἐπομβρίαν, καὶ ἐπὶ τὸν Φαέθοντος ἐμπρησμὸν, ἂ δὴ συμβαίνει κατὰ Κρότωπον, γενεαὶ τέσσαρες ἀριθμοῦνται· εἰς μέντοι τὰ ἑκατὸν ἔτη τρεῖς ἐγκαταλέγονται γενεαὶ. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸν Ἴδης ἐμπρησμὸν καὶ τὴν εὕρησιν τοῦ σιδήρου καὶ Ἰδαίους Δακτύλους, ἔτη ἑβδομήκοντα τρία, ὥς φησι Θράσυλλος. Καὶ ἀπὸ Ἴδης ἐμπρησμοῦ ἐπὶ Γανυμήδους ἁρπαγὴν, ἔτη ἑξήκοντα πέντε. Ἐντεῦθεν δὲ ἐπὶ τὴν Περσέως στρατείαν ὅτε καὶ Γλαῦκος ἐπὶ Μελικέρτῃ τὰ Ἴσθμια ἔθηκεν, ἔτη πεντεκαίδεκα. Ἀπὸ δὲ Περσέως στρατείας ἐπὶ Ἰλίου κτίσιν, ἔτη τριάκοντα τέσσαρα. Ἐντεῦθεν ἐπὶ τὸν εἴσπλουν τῆς Ἀργοῦς, ἔτη ἑξήκοντα τέσσαρα. Ἐχ τούτου ἐπὶ Θησέα καὶ Μινώταυρον, ἔτη τριάκοντα δύο. Εἶτα ἐπὶ τοὺς ἑπτὰ ἐπὶ Θήβαις, ἔτη δέκα. Ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἀγῶνα ὃν Ἡρακλῆς ἔθηκεν ἐπὶ Πέλοπι, ἔτη τρία. Εἴς τε τὴν Ἀμαζόνων εἰς Ἀθήνας στρατείαν καὶ τὴν Ἑλένης ὑπὸ Θησέως ἁρπαγὴν, ἔτη ἐννέα. Ἐντεῦθενἐπὶ τὴν Ἡρακλέους ἀποθέωσιν, ἔτη ἕνδεκα. Εἶτα ἐπὶ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρον ὑρπαγὴν, ἔτη τέσσαρα. [Εἶτα ἐπὶ τὴν Τροίας ἅλωσιν, ἔτη εἴκοσι.] Ἀπὸ δὲ Τροίας ἁλώσεως ἐπὶ τὴν Αἰνείου κάθοδον καὶ κτίσιν Λαουινίου, ἔτη δέκα. Ἐπί τε τὴν Ἀσκανίου ἀρχὴν, ἔτη ὀκτώ. Καὶ ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον, ἔτη ἑξήκοντα ἕν· ἐπί τε τὴν Ἰφίτου ὀλυμπιάδα, ἔτη τριακόσια τριάκοντα ὀκτώ.

---

THRASYLLUS MENDESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2428.tlg002.local002/.
