Ancient Greek · ~2 min
Book 3, Chapter 104
Thucydides Hist., History of the Peloponnesian War 3.104.5
Not analysed yet
ὅτι δὲ καὶ μουσικῆς ἀγὼν ἦν καὶ ἀγωνιούμενοι ἐφοίτων ἐν τοῖσδε αὖ δηλοῖ, ἅ ἐστιν ἐκ τοῦ αὐτοῦ προοιμίου· τὸν γὰρ Δηλιακὸν χορὸν τῶν γυναικῶν ὑμνήσας ἐτελεύτα τοῦ ἐπαίνου ἐς τάδε τὰ ἔπη, ἐν οἷς καὶ ἑαυτοῦ ἐπεμνήσθη· ἀλλ’ ἄγεθ᾽, ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν, χαίρετε δ’ ὑμεῖς πᾶσαι. ἐμεῖο δὲ καὶ μετόπισθε μνήσασθ᾽, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων ἐνθάδ’ ἀνείρηται ταλαπείριος ἄλλος ἐπελθών· ‘ὦ κοῦραι, τίς δ’ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;’ ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως· ‘τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ.’