# Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tiberius-rhetor/text/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%97%CE%98%CE%9F%CE%A0%CE%9F%CE%99%CE%99%CE%91%CE%A3.

Ἠθοποιΐα δέ ἐστιν ὅταν φεύγοντες τὸ προσκρουστικὸν τῶν ἐπιτιμήσεων ὡς ὑφ᾽ ἑτέρων προσώπων γινομένας εἰσάγωμεν, ὁποῖόν ἐστι τὸ παρὰ τῷ Δημοσθένει· φέρε γάρ, πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρήκατε καιρῶν διὰ ῥᾳθυμίαν. καὶ πάλιν, εἶτ᾽, ὦ πάντων τῶν ἀνθρώπων φαυλότατοι. πικρῶς γὰρ καθικνεῖται τῶν Ἀθηναίων διὰ τοῦ προσώπου τῶν Ἑλλήνων. κἀκεῖνα δὲ ἠθοποιΐας τὰ ἠθικὰ σχήματα, τόδε ἔδει εἰπεῖν καὶ τόδε ἔδει ποιῆσαι, ὅπερ πεποίηκεν Αἰσχίνης ἐπὶ τῷ Δημοσθένει εἰπών, ὃν ἐχρῆν, εἰ καὶ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω, ἐν ᾧ τὸ κήρυγμα γίνεται. τοῦτο γὰρ τὸ νόημα ἐνὸν ἀπὸ τοῦ ἰδίου προσώπου εἰπεῖν, περιέθηκε τῷ ἀντιδίκῳ. καὶ Ὀδυσσεὺς παρ᾽ Ὁμήρῳ βουλόμενος τοῖς Ἀχαιοῖς εἰπεῖν ὅτι οὐ φυλάττουσι τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ Ἀγαμέμνονι, πρὸς αὐτὸν ἀποστρέφει τὸν λόγον, Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν· οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥνπερ ὑπέσταν, Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι. τοῦτο γὰρ ποιήσας προσέκρουσε μὲν οὐδαμῶς τοῖς Ἀχαιοῖς, ἐλεεινὸν δὲ ἀποφαίνει τὸν ὑπ᾽ αὐτῶν ἐγκαταλειφοθέντα, καὶ διὰ τῶν πρὸς τοῦτον λόγων ἐκείνοις ἐπέπληξεν.

---

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2601.tlg001.local001/.
