# Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ.

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tiberius-rhetor/text/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%A0%CE%91%CE%A1%CE%91%CE%9B%CE%95%CE%99%CE%A8%CE%95%CE%A9%CE%A3.

Παράλειψις δέ ἐστιν ὅταν τῷ δοκεῖν τινὰ παραλιπεῖν λέγῃ ἃ βούλεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐγὼ δέ, ὅτι μὲν τινῶν κατηγοροῦντας πάντων ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω· καὶ γὰρ εἴρηται τρόπον τινά, καὶ ὑφ᾽ ὑμῶν ἴσως γινώσκεται, καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον· οὐδενὸς γὰρ τούτων μέμνημ Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν, καὶ ὅσα ἄλλα τοιατα ἡ πόλις ἠδικεῖτο, οὐδ᾽ εἰ γέγονεν οἶδα. τῷ τε γὰρ οὕτως εἰπεῖν ἃ βούλεται δεδήλωκε καὶ τῇ παραλείψει τὸ φορτικὸν ἀφῇρηται.

---

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2601.tlg001.local001/.
