# Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 1

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tiberius-rhetor/text/1

Μέλλοντι τὴν τῶν σχημάτων θεωρίαν τῶν παρὰ Δημοσθένει κατανοεῖν, ἀνάγκη εἶναί μοι δοκεῖ πρῶτον εἰπεῖν τί τὸ σχῆμά ἐστιν. ἔστι τοίνυν σχῆμα τὸ μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρειν μηδὲ ἐπ᾽ εὐθείας, ἀλλ᾽ ἐκτρέπειν καὶ ἐξαλλάσσειν τὴν διάνοιαν κόσμου τινὸς τῇ πλάσει ἢ χρείας ἕνεκα. ὁ γὰρ χαριέστερος πλειόνων ὄντων καὶ ἄλλων οὗτός μοι φαίνεται, ὥσπερ ἀμέλει καὶ λέξεως σχῆμά ἐστιν ἐξαλλαγὴ τοῦ ἐν ἔθει, κατά τινα πλάσιν κόσμον ἢ χρείαν τινὰ τοῖς λόγοις παρέχουσα. ὁ μὲν οὖν σαφέστερος ὅρος τοῦ τῆς λέξεως σχήματος οὗτός ἐστι, δοκεῖ δέ πως συνῆφθαι κατὰ τὸ πρῶτον μόριον τῷ τοῦ σολοικισμοῦ ὅρῳ, εἶτα κατὰ τὸ τελευταῖον μέρος διεστηκέναι. καὶ γὰρ ὁ σολοικισμὸς ἐξαλλαγὴ τοῦ ἐν ἔθει ἐστίν, ἀλλ᾽ οὕτε χρείας ἕνεκα, οὕτε κόσμου τινὸς χάριν γίνεται. Πλείονος δὲ οὔσης θεωρίας τῆς ἐν τοῖς σχήμασι, ταῦτα προῃρήμεθα νῦν ἐξετάσαι, ὅσα παρὰ Δημοσθένει κατενοήσαμεν.

---

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2601.tlg001.local001/.
