# Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 26

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tiberius-rhetor/text/26

Ἐπανάληψις δέ ἐστιν ὅταν τὸ αὐτὸ ὄνομα δὶς ἐν τῷ αὐτῷ κώλῳ ᾖ, ἢ τῇ αὐτῇ περιόδῳ κατὰ τοῦ αὐτοῦ σημείου τεταγμένον, οἷον οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ. καὶ πάλιν, καίτοι φιλίαν καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων, ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί. ἐγώ σοι φιλίαν Ἀλεξάνδρου; οὔτε Φιλίππου ξένον, οὔτε Ἀλεξάνδρου φίλον εἴποιμ᾽ ἂν ἐγώ σε. ἐνέργειαν τὸ σχῆμα ἐργάζεται, τὴν μέντοι ἐπανάληψιν παλιλλογίαν Καικίλιος ὀνομάζει, οἷον μιαρόν, μιαρὸν τὸ θηρίον καὶ πονηρόν, πονηρὸν ὁ συκοφάντης, καὶ ὦ τέκνα, τέκνα, καὶ ὦ γάμοι, γάμοι. καὶ ὁ Δημοσθένης, ἀλλ᾽ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον ἀράμενοι. οἱ μὲν οὖν πολιτικοὶ κατ᾽ ἀρχὰς χρῶνται ταῖς ἀναλήψεσι καὶ τῇ παλιλλογίᾳ, Ὅμηρος δὲ καὶ ἐπὶ τέλει ἐχρήσατο εἰπών, τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ᾽ αἴθωνι σιδήρῳ. ἐπήνεγκε γὰρ τοῦτο.

---

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2601.tlg001.local001/.
