# Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 33

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, Section 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tiberius-rhetor/text/33

Παρίσωσις δὲ γίνεται μὲν καὶ κατὰ τὴν ἀρχήν, οἷον ὅτε τοίνυν τοῦθ᾽ οὕτως ἔχει, προσήκει προθύμως, καὶ κατὰ τὸ τέλος, ἐθέλειν ἀκούειν. κάλλος δὲ τὸ σχῆμα ἐργάζεται, ἐάν τις αὐτῷ ἀνεπαχθῶς χρῆται. τῶν δὲ παρισώσεων τὸ μέν ἐστὶν ὁμοιόπτωτον, τὸ δὲ ὁμοιοτέλευτον. καὶ ὁμοιοτέλευτον μέν, οἷον τὸ Ἰσοκράτειον, καὶ τοῦ μὲν ἐπίπονον καὶ ἐπικίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περί βλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν. τὸ γὰρ ἐποίησε καὶ κατέστησεν ἰσοσύλλαβόν ἐστι καὶ ὅμοιον τῷ τόνῳ· καὶ τὸ παρ᾽ Αἰσχίνῃ, καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω. ἐν γὰρ τούτοις μόνοις ὁμοία ἡ τελευτὴ γέγονεν. ὅταν δὲ εἰς ὄνομα λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, τὰ δ᾽ ὀνόματα ἔχῃ τὰς πτώσεις ὁμοίας, τότε ὁμοιόπτωτον λέγεται, οἷον τὸ Ἰσοκράτειον, ἴσως ὑπὸ μὲν Ἀθηναίων καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζομένης, ἐπὶ δὲ τὴν τῶν βαρβάρων πονηρίαν πορευομένης.

---

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2601.tlg001.local001/.
