# Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 42

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, Section 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tiberius-rhetor/text/42

Ἔλλειψις δέ ἐστιν ὅταν ὁ λέγων ἐλλείπῃ λέξιν ἣν παρ᾽ αὑτοῦ ἔδει προσθεῖναι τῷ νοήματι, οἷον θέαμα δεινὸν καὶ ἐλεεινόν· ἐλλείπει γὰρ τὸ ἐστί. κἀκεῖνο δὲ ἔλλειψις· πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις· ἐλλείπει γὰρ ταῖς θεαῖς. καὶ πάλιν, ὥσπερ ἄν τις ἰατρὸς ἀσθενοῦσι μὲν τοῖς κάμνουσιν εἰσιὼν μὴ λέγοι μηδὲ δεικνύοι δι᾽ ὧν ἀποφεύξονται τὴν νόσον, ἐπειδὰν δὲ τελευτήσειέ τις αὐτῶν καὶ τὰ νομιζόμενα ἐπ᾽ αὐτῷ φέροιτο, ἀκολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι, εἰ τὸ καὶ τὸ ἐποίησεν ἄνθρωπος, οὐκ ἂν ἀπέθανεν. ἐμβρόντητε, εἶτα νῦν λέγεις; καὶ πάλιν, εἶπον τοίνυν ὡς μὲν ὑπαρχόντων Θηβαίων Φιλίππῳ λίαν θορυβουμένων· ἐλλείπει γὰρ τὸ φίλων καὶ συμμάχων.

---

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2601.tlg001.local001/.
