# Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 48

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, Section 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tiberius-rhetor/text/48

Καὶ τὴν παρεμβολὴν εἰσάγει Καικίλιος σχῆμα λέξεως, κέχρηται δὲ παραδείγματι τῷ παρὰ Θουκυδίδῃ, οἱ δὲ Κορίνθιοι προσκαθεζόμενοι (ἔστι δὲ ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν. καὶ ὁ Ἡρόδοτος, Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω· τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων καὶ Παφλαγόνων ἐξίει πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον καλεόμενον πόντον. ἐνταῦθα παρεμβέβληται τὰ τοῦ ποταμοῦ. καὶ Εὐριπίδης, Δαναός, ὁ πεντήκοντα θυγατέρων πατήρ, Νείλου λιπὼν κάλλιστον εὐκταίης ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιόπιδος γῆς, ἡνίκ᾽ ἂν τακῇ χιών, τεθριππεύοντος ἡλίου κατ᾽ αἰθέρα, ἐλθών κατ᾽ Ἄργος ᾤκισ’ Ἰνάχου πόλιν. οἱ γὰρ τρεῖς περὶ τοῦ ποταμοῦ στίχοι περιττοί.

---

Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2601.tlg001.local001/.
