# Fragmenta Fragment 88bis b

Timaeus, Fragmenta, Fragment 88bis b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timaeus-hist/fragmenta/Fragment%2088bis%20b
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timaeus-hist/fragmenta/Fragment%2088bis%20b
CTS URN: urn:cts:greekLit:tlg1733.tlg003:Fragment 88bis b

DIODOR. Ἱστορ. 4, 17, 1f.: (1) Εὐρυσθέως δὲ προστάξαντος ἆθλον δέκατον τὰς Γηρυόνου βοῦς ἀγαγεῖν, ἃς νέμεσθαι συνέβαινε τῆς Ἰβηρίας ἐν τοῖς πρὸς τὸν Ὠκεανὸν κεκλιμένοις μέρεσιν, Ἡρακλῆς θεωρῶν τὸν πόνον τοῦτον μεγάλης προσδεόμενον παρασκευῆς καὶ κακοπαθείας συνεστήσατο στόλον ἀξιόλογον καὶ πλῆθος στρατιωτῶν ἀξιόχρεων ἐπὶ ταύτην τὴν στρατείαν. (2) διεβεβόητο γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην, ὅτι Χρυσάωρ ὁ λαβὼν ἀπὸ τοῦ πλούτου τὴν προσηγορίαν βασιλεύει μὲν ἁπάσης Ἰβηρίας, τρεῖς δ' ἔχει συναγωνιστὰς υἱούς, διαφέροντας ταῖς τε ῥώμαις τῶν σωμάτων καὶ ταῖς ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαις, πρὸς δὲ τούτοις ὅτι τῶν υἱῶν ἕκαστος μεγάλας ἔχει δυνάμεις συνεστώσας ἐξ ἐθνῶν μαχίμων. ὧν δὴ χάριν ὁ μὲν Εὐρυσθεὺς νομίζων δυσέφικτον εἶναι τὴν ἐπὶ τούτους στρατείαν προσετετάχει τὸν προειρημένον ἆθλον ...

---

Timaeus Hist., Fragmenta. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1733.tlg003.local001/.
