# Fragmenta Et Titulus [Sp.] 149.2

Timaeus, Fragmenta Et Titulus [Sp.], 149.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timaeus-phil/fragmenta-et-titulus-sp/149.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timaeus-phil/fragmenta-et-titulus-sp/149.2

§ 5. Γὰ δ' ἐν μέσῳ ἰδρυμένα, ἐστὶν θεῶν, ὅρος τε ὥρρας καὶ ἡμέρας γίνεται, δύσις τε καὶ ἀνατολὰς γεννῶσα κατ' ἀποτομὰς τῶν ὁριζόντων, ὡς τῇ ἡμὶ καὶ τῇ ἀποτομῇ τὰς γὰς περιγραφόμενα. πρεσβύτατα δ' ἐντὶ τῶν ἐντὸς ὡραίων σωμάτων. Οὐδὲ ποτὰ ὕδωρ ἐγεννάθη δίχα γᾶς, οὐδὲ μὴν ἀήρ χωρὶς ὕδρω, πῦρ τε ἔρμην ὕδρω καὶ ὕλας ἥ ἐξάπτεται οὐ κα διαμένει. ὡστε βίξα πάντων καὶ βάσις τῶν ἄλλων ἄ γὰ ἐρήρεισται ἐπὶ τὰς αὐτὰς ροπὰς. Ἀρχαὶ μὲν τῶν τῶν γεννωμένων ὡς μὲν ὑποκείμενον ἄ ὕλη, ὡς δὲ λόγος μορφὰς τὸ εἶδος· ἀπογεννάματα δὲ τούτων ἐστὶ τὰ σώματα, γὰ τε καὶ ὕδωρ ἀήρ τε καὶ πῦρ, ὧν ἄ γέννασις τοιαύτα. Ἄπαν σώμα ἐξ ἐπιπέδων ἐστὶ, ταῦτα δὲ ἐκ τριγώνων, ὧν τὸ μὲν ὀρθογώνιον ἰσοσκελὲς ἡμιτετράγωνον, τὸ δὲ ἀνισόπλευρον, ἔχον τὰν μέζονα δυνάμιν τριπλασίαν τὰς ἐλάσσονος. ἄ δ' ἐλαχίστα ἐν αὐτῷ γωνία τρίτον ὀρθὸς ἐστι, διπλασία δὲ ταυτὰς ἄ μέσα· δύο γὰρ τρίτων δδ' ἐστίν· ἄ δὲ μεγίστα ὀρθά,

---

Timaeus Phil., Fragmenta Et Titulus [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003494.
