# Fragmenta Et Titulus [Sp.] 149.3

Timaeus, Fragmenta Et Titulus [Sp.], 149.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timaeus-phil/fragmenta-et-titulus-sp/149.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timaeus-phil/fragmenta-et-titulus-sp/149.3

ἀμιόλιος μὲν τὰς μέσας ἔδσα, ριπλασία δὲ τὰς ἐλαχίστας. Τοῦτο δ' ὧν τὸ τριγώνον ἀμιτρίγωνόν ἐστιν ἰσοπλεύρων τριγώνων, δίχα τετμαμένου καθέται ἀπὸ τὰς κορυφὰς ἐς τὰν βάσιν ἐς ἴσα μέρη δύο. Ὀρθογώνιον μὲν ὧν ἐστι· ἐκάτερον, ἀλλὰ ἐν ἡ μὲν ταὶ δύο πλευραὶ ταὶ περὶ τὸν ὀρθὸν μόναι ἴσαι, ἐν φ δὲ ταὶ τρεῖς πᾶσαι ἄνισοι. Σκαληγὸν δὲ τοῦτο μὲν καλεῖσθω, κεῖνο δὲ ἀμιτετράγωνον, ἀρχὴ συστάσεως γὰς. Τὸ γὰρ τετράγωνον ἐκ τούτων τῶν τεττάρων ἡμιτετραγώνων συντιθέμενον, ἐκ δὲ τῶ τετραγώνων γεννάσθαι τὸν κύβον, ἐδραιότατον καὶ σταδαῖον παντὶ σῶμα, ἐξ μὲν πλευράς, ὀκτὼ δὲ γωνίας ἔχον. Καττοῦτο δὲ βαρύτατόν τε καὶ δυσκίνητον ἄ γὰ, ἀμετάβλητόν τε σώμα ἐς ἄλλο διὰ τὸ ἀκινουνώτατον ἔμειν τῶ ἄλλω γένεος τῶ τριγώνων. Μόνα γὰρ ἄ γὰ ἴδιον στοιχεῖον ἔχει τὸ ἀμιτετράγωνον, τοῦτο δὲ στοιχεῖον τῶν ἄλλων σωμάτων ἐστὶ, πυρός, ἀέρος, ὕδατος. Ἑξάκις γὰρ συντεθέντος τῶ ἀμιτετραγώνων τριγώνων ἐξ αὐτῶ ἰσόπλευρον γίνεται, ἐξ δὲ ἄ πυραμὶς τέττορας βάσιος καὶ τὰς ἴσας γωνίας ἔχοισα συντίθεται, εἶδος πυρὸς εὐκινετότατον καὶ λεπτομερέστατον. Μετὰ δὲ τοῦτο ὀκτάεδρον, ὀκτὼ μὲν βάσιος, ἐξ δὲ γωνίας ἔχον, ἀέρος στοιχεῖον. Τρίτον δὲ τὸ εἰκοσάεδρον βασιῶν μὲν εἴκοσι, γωνιῶν δὲ δώδεκα, ὕδατος στοιχεῖον πολυμερέστατον καὶ βαρύτατον. Ταῦτα δ' ὧν ἀπὸ ταύτῶ στοιχείοι συγκεῖμενα ἐς ἄλλαλα τρέπεται. Τὸ δὲ δωδεκάεδρον εἰκόνα τοῦ παντὸς ἐστά-

---

Timaeus Phil., Fragmenta Et Titulus [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003494.
