# Fragmenta Et Titulus [Sp.] 150.2

Timaeus, Fragmenta Et Titulus [Sp.], 150.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timaeus-phil/fragmenta-et-titulus-sp/150.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timaeus-phil/fragmenta-et-titulus-sp/150.2

§ 6. Τούτοις δὲ ποτιχρεομένος ὁ θεὸς τόνδε τὸν κόσμον κατεσκεύαζεν, ἀπὸν μὲν διὰ τὰν γᾶν, ὁρατὸν δὲ διὰ τὸ πῦρ, ἄπερ δύο ἄκρα. Δι’ ἀέρος δὲ καὶ ὕδατος συνεδησατο δεσμῷ κρατίστῳ ἀναλογίᾳ, ἥ καὶ αὐτὰν καὶ τὰ δι’ αὐτὰς κρατούμενα συνέχεν δύναται. Εἰ μὲν ὃν ἐπίπεδον εἴη τὸ συνδεόμενον, μία μεσότῃς ἰχνᾶ ἐστιν· αἱ δὲ κα στερεόν, δύο χρήσεις. Δυσὶ δὴ μέσοις δύο ἄκρα ξυναρμόζατο, ὅκως εἴη ὡς πῦρ ποτ’ ἀέρα, ἀήρ ποτὶ ὕδωρ καὶ ὕδωρ ποτὶ γᾶν, καὶ κατ’ ἐναλλαγὰν, ὡς πῦρ ποτὶ ὕδωρ, ἀήρ ποτὶ γᾶν, καὶ ἀνάπαλιν, ὡς γὰ ποτὶ ὕδωρ, ὕδωρ ποτ’ ἀέρα καὶ ἀήρ ποτὶ πῦρ, καὶ κατ’ ἐναλλαγὰν, ὡς γὰ ποτ’ ἀέρα, ὕδωρ ποτὶ πῦρ. καὶ ἐπεὶ δύναμι ἴσα ἐντὶ πάντα, τοὶ λόγοι αὐτῶν ἐν ἰσονομίᾳ ἐντί. Εἰς μὲν ὃν ὅδε ὁ κόσμος δαιμονίῳ δεσμῷ τῇ ἀνὰ λόγον ἐστίν. Ἔκαστον δὲ τῶν τεττάρων σωμάτων πολλὰ εἴδη ἔχει, πῦρ μὲν φλόγα καὶ φῶς καὶ αὐγὰν, διὰ τὰν ἀνιότητα τῶν ἐν ἑκάστῳ αὐτῶν τριγώνων· κατταυτὰ τε καὶ

---

Timaeus Phil., Fragmenta Et Titulus [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003494.
