# Fragmenta Et Titulus [Sp.] 154.1

Timaeus, Fragmenta Et Titulus [Sp.], 154.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timaeus-phil/fragmenta-et-titulus-sp/154.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timaeus-phil/fragmenta-et-titulus-sp/154.1

καὶ πνεύματος· μουσικὰ δὲ καὶ ἄ ταύτας ἀγελῶν φιλοσοφία, ἐπὶ τῇ τὰς ψυχὰς ἐπανορθώσει ταχθεῖσαι ὑπὸ θεῶν τε καὶ νόμων, ἐθίζουσι καὶ πείθουσι, καὶ ποταναγχαζουσι, τὸ μὲν ἄλογον τῷ λογισμῷ πείθεσθαι, τῷ δ' ἄλογῳ θυμῷ μὲν πρᾶον εἶμεν, ἐπιθυμίαν δὲ ἐν ἀρεμῷσι, ὡς μὴ δίχα λόγου κινεῖσθαι, μηδὲ μὴν ἀπρεμίζεν τῷ νῷ ἐκκαλεομένῳ ἢ ποτὶ ἔργα ἢ ποτὶ ἀπολαύσιας. Οὕτος γὰρ ἐστιν ὅρος σωφροσύνας, εὐπειθεία τε καὶ καρτερία. Καὶ σῦνεςις καὶ ἄ πρεσβίστα φιλοσοφία, ἀποκαθαράμεναι ψευδεῖς δόξας ἐνέθηκαν τὰν ἐπιστάμαν, ἀνακαλεσάμεναι τὸν νόον ἐκ μεγάλας τὰς ἀγνοίας, χαλάσσαι ἐς ὀψιν τῶν θεῖων, τοῖς ἐνδιατρίβεν σὺν αὐταρχία τε ποττάνθρωπεια καὶ σὺν εὐροίᾳ ἐπὶ τὸν σύμμετρον βίω χρόνον εὐδαιμόν ἐστιν. § 12. Ὅτω μὲν δή ὁ δαίμων μοῖρας τάσδ' ἔλαχε, δι' ἀλαθεστάταν δόξαν ἄγεται ἐπὶ τὸν εὐδαιμονέστατον βίον. Αἱ δὲ κά τις σκληρὸς καὶ ἀπειθής, τῷ δ' ἐπέσθω κόλασις ἄ τ' ἐκ τῶν νόμων καὶ ἄ ἐκ τῶν λόγων, σὺντονα ἐπάγοισα δεῖματά τε ὑπουρᾶνια καὶ τὰ καθ' Ἄδου, ὅτι κόλασις ἀπαραίτητοι ἀπόκεινται δυσδαίμοσι νεκτέροις, καὶ τὰλλα ὅσα ἐπαίνεω τὸν Ἰωνικὸν ποιητὰν ἐκ παλαιᾶς ποιέυντα τὸς ἐναγέας· ὡς γὰρ τὰ σώματα νοσώδεσι ποχὰ ὑγιάζομες, αἱ κα μὴ εἴχη τοῖς ὑγιεινότατοις, οὕτω τὰς ψυχὰς ἀπειρώμες ψευδεσι λόγοις, αἱ κα μὴ ἀγχαται ἀλαθέσι. Λέγουμεν δ' ἄν ἀναγκαίως καὶ τιμωρίαι ξέναι, ὡς μετενδούμενᾶν τὰν ψυχῶν τῶν μὲν δειλῶν ἐς γυναικεῖα σκάνδα πολ' ὕβριν ἐκδιδόμενα, τῶν δὲ μαιφόνων ἐς θηρίων σώματα ποτὶ κόλασιν, λόγων δ' ἐς συῶν ἢ κάπρων μορφάς, χούφων δὲ καὶ μετεώρων ἐς πτηνῶν ἀεροπόρων, ἀργῶν δὲ καὶ ἀπράκτων ἄμαθῶν τε καὶ ἀνοήτων ἐς τὰν τῶν ἐνύδρων ἰδέαν. Ἄπαντα δὲ ταῦτα ἐν δευτέρᾳ περιόδῳ ἄ Νέμεσις συνδιέχεινε σὺν δαίμοσι παλαιναίοις χθονίοις τε, τοῖς ἐπόπταις τῶν ἀνθρωπίων, οἷς ὁ πάντων ἀγελίων θεὸς ἐπέτρεψε διοίκησιν κόσμω συμπεπληρωμένῳ ἐκ θεῶν τε καὶ ἀνθρώπων τῶν τε ἄλλων ζῴων, ὅσα δεδαμιούργεται ποτ' εἰκόνα τὰν ἀρίσταν εἴδεος ἀγεννάτω καὶ αἰωνίῳ καὶ νοατῷ.

---

Timaeus Phil., Fragmenta Et Titulus [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003494.
