# Fragmenta 6

Timagenes Alexandrinus, Fragmenta, Dfhg-Source dfhg3_TIMAGENES_ALEXANDRINUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timagenes-alexandrinus/fragmenta/6

Οὐ μὴν ἀλλὰ καὶ Κανίδιος εἰσήνεγκε δημαρχῶν νόμον, ἄνευ στρατιᾶς Πομπήιον ἔχοντα ῥαβδούχους δύο διαλλάττειν Ἀλεξανδρεῦσι τὸν βασιλέα. Καὶ Πομπήιος μὲν ἐδόκει τῷ νόμῳ μὴ δυσχεραίνειν, ἡ δὲ σύγκλητος ἐξέβαλεν, εὐπρεπῶς σκηψαμένη δεδιέναι περὶ τἀνδρός. Ἦν δὲ γράμμασιν ἐντυχεῖν διερριμμένοις κατ ̓ ἀγορὰν καὶ παρὰ τὸ βουλευτήριον, ὡς δὴ Πτολεμαίου δεομένου Πομπήιον αὐτῷ στρατηγὸν ἀντὶ τοῦ Σπινθῆρος δοθῆναι. Τιμαγένης δὲ καὶ ἄλλως τὸν Πτολεμαῖον οὐκ οὔσης ἀνάγκης ἀπελθεῖν φησι καὶ καταλιπεῖν Αἴγυπτον ὑπὸ Θεοφάνους πεισθέντα πράττοντος Πομπείῳ χρηματισμοὺς καὶ στρατηγίας καινῆς ὑπόθεσιν. Ἀλλὰ τοῦτο μὲν οὐχ οὕτως ἡ Θεοφάνους μοχθηρία πεποίηκε πιθανὸν, ὡς ἄπιστον ἡ Πομπηίου φύσις οὐκ ἔχουσα κακόηθες οὐδ ̓ ἀνελεύθερον οὕτω τὸ φιλότιμον.

---

TIMAGENES ALEXANDRINUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1918.tlg003.local002/.
