# Fragmenta Et Tituli 189.1

Timon, Fragmenta Et Tituli, 189.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/189.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timon/fragmenta-et-tituli/189.1

τραγικὰ ἐξήχοντα) σίλλους τε καὶ χιναίδους. φέρεται δ’ αὐτοῦ 111 καὶ καταλογάδην βιβλία (εἰς ἑπὼν τείνοντα μυριάδας δύο), ὧν καὶ Ἀντίγονος ὁ Καρύστιος μέμνηται, ἀναγεγραφὼς αὐτοῦ καὶ αὐτὸς τὸν βίον. τῶν δὲ Σίλλων τρία ἐστίν, ἐν οἷς ὡς ἂν σκεπτικὸς ὤν 5 πάντας λοιδορεῖ καὶ σιλλᾶνει τοὺς δογματικοὺς ἐν παρωιδίας εἴδει. ὧν τὸ μὲν πρῶτον αὐτοδιήγητον ἔχει τὴν ἐμηνείαν, τὸ δὲ δεύτερον καὶ τρίτον ἐν διαλόγου σχήματι. φαίνεται γοῦν ἀναχρίνων Ξενοφάνη τὸν Κολοφώνιον περὶ ἑκάστων, ὁ δὲ αὐτῷ διηγούμενός ἐστι· καὶ ἐν μὲν τῷ δευτέρῳ περὶ τῶν ἀρχαιοτέρων, ἐν δὲ τῷ τρίτῳ 10 περὶ τῶν ὑστερῶν· ὧν δὴ αὐτῷ τινες καὶ Ἐπίλογον ἐπέγραψαν. τὸ δὲ πρῶτον ταῦτὰ περιέχει πράγματα, πλὴν ὅτι μονοπρόσωπός 112 ἐστιν ἡ ποίησις· ἀρχὴ δὲ αὐτῷ ἥδε, ‘ἔσπετε — σοφισταί’ [fr. 1]. ἐτελεύτησε δ’ ἐνὸς ἐπὼν ἐνεήχοντα, ὡς φησιν ὁ Ἀντίγονος (καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ). τοῦτον ἐγὼ καὶ ἑτέρους Θαλμὸν ἔχονσα, 15 ἐπεὶ καὶ αὐτὸς αὐτὸν Κύκλωπα ἐκάλεῖ. γέγονε καὶ ἕτερος Τίμων ὁ μισάνθρωπος. ὁ δ’ οὖν φιλόσοφος καὶ φιλόκηπος ἦν σφόδρα καὶ ἰδιοπράμων, ὡς καὶ Ἀντίγονός φησι. λόγος γοῦν εἰπεῖν Ἱερώνυμον τὸν Περιπατητικὸν [om. Hiller] ἐπ’ αὐτοῦ· ‘ὡς παρὰ τοῖς Σκύθαις καὶ οἱ γεύγοντες τοξεύουσι καὶ οἱ 20 διώκοντες, οὕτω τῶν φιλοσόφων οἱ μὲν διώκοντες θηρῶσι τοὺς μαθητάς, οἱ δὲ γεύγοντες, καθάπερ καὶ ὁ Τίμων.’ ἦν δὲ καὶ 113 ὅξὺς νοῆσαι καὶ διαμνηθρίσαι· φιλογράμματος τε καὶ τοῖς ποιηταῖς μύθους γράφαι ἰκανὸς καὶ δράματα συνδιατιθέναι. μετεδίδου δὲ τῶν τραγωδιῶν Ἀλεξάνδρῳ καὶ Ὁμήρῳ. θορυβούμενός τε 25 ὑπὸ τῶν θεραπαινῶν καὶ κυνῶν ἐποίει μηδέν, σπουδάζων περὶ τὸ ἡρεμάζειν. φασὶ δὲ καὶ Ἄρατον πυθέσθαι αὐτοῦ πῶς τὴν Ὁμήρου ποίησιν ἀσφαλῶς κτήσαιο, τὸν δὲ εἰπεῖν, ‘εἰ τοῖς ἀρχαίοις ἀντιγράφοις ἐντυχάνοι καὶ μὴ τοῖς ἤδη διωρθωμένοις’. εἶχέ τε αὐτῷ ἐκεῖνο τὰ ποιήματα, ἐνίοτε ἡμίθροια· ὥστε καὶ Ζωπίρῳ τῷ 114 30 ὁῆτορι ἀναγινώσκοντά τι ἐπιτυλίττειν καὶ κατὰ τὸ ἐπελθὸν διεξιέναι·

---

Timon, Fragmenta Et Tituli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003509.
