# Fragmenta Et Tituli 195.2

Timon, Fragmenta Et Tituli, 195.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/195.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timon/fragmenta-et-tituli/195.2

ὡς δ’ ἔχει μαθεῖν καὶ τίνες οἱ ζηλώσαντες αὐτὸν ἐγένοντο καὶ τίνας ἐζήλωσεν αὐτός. ὁ μὲν οὖν Πύρρων Ἀναξάρχου τινὸς ἐγένετο μαθητής, ὃς τὸ μὲν πρῶτον ἦν ζωγράφος οὐδ’ οὕτως εὐτυχής, ἔπειτα τοῖς Ἀριστοτέλους βιβλίοις ἐντυχὼν χρηστὸν μὲν οὐδὲν οὔτε εἶχεν οὔτε συνεγράψατο, κακῶς δὲ πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους· αὐτὸς δ’ ἔστερον τοῦτον τὸν τύχον περιβαλλόμενος καὶ καλῶν ἄνυρον αὐτὸν οὐδὲν ἐν γραφῇ κατέλιπεν. ἐγένετο δὲ μαθητὴς αὐτοῦ Τίμων Φλιάσιος, ὃς τὸ μὲν πρῶτον ἐχόρευεν ἐν τοῖς θεάτροις, ἔπειτα δ’ ἐντυχὼν αὐτῷ συνέγραψεν ἀρχαλέας παραωιδίας καὶ βωμολόχους, ἐν αἷς βεβλασφήμηχε πάντας τοὺς πώποτε φιλοσοφήσαντας. οὕτος γὰρ ἦν ὁ τοὺς Σίλλους γράψας καὶ λέγων ‘σχετλιοὶ — πέπλασθε’ (fr. 10) καὶ ‘ἄνθρωποι — ἄσκοι’ (fr. 34). μηδενὸς δ’ ἐπιστραφέντος αὐτῶν, ὡς εἰ μηδὲ

---

Timon, Fragmenta Et Tituli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003509.
