# timotheus_defluviis_ggm2 275.9

Timotheus, timotheus_defluviis_ggm2, 275.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/275.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/275.9

ἐκείνου καὶ εἴ τι που ἄλλο προσεπιτιθέναι χρεῶν, διὰ τὸ καὶ εἰς ὅσον ἤν δέον ἐπιλαβόμενοι πρὸς τε συμμετρίαν καὶ ὡς ἤν εὐκαιρὸν. Καὶ οὕτω τὴν βεβιωὴν ταύτην ἐπιπλέον ἀγλαϊζόμεν, ἀρτύοντες καὶ ταῖς πολλαχόθεν καρωμεταῖς ἐπικοσμοῦντες, ὡς ἂν μὴ πάντη γλισχρὸν ἡμῖν εἴη τὸ τῆς δεξιώσεως, οὐδὲν προστιθέντες ἀπρητημένον, καὶ οἷον μὴ τῆς τοῦ Διονυσίου περιηγήσεως ἐγχεσθαι· ἢ γὰρ ἂν ἤν τὸ πρᾶγμα περιεργὸν καὶ φιλοτιμία κενὴ καὶ φαύλη δοξοσοφία καὶ μακρὰς τινος γεωγραφίας ὑπόκρισις τε καὶ νόθευσις· αὐτοὶ δὲ τοῖς τοῦ Διονυσίου ἐμμένοντες, καὶ τὰ μὲν ὡς ἐν παραφράσεις λόγῳ μεταποιούντες, καὶ οὕτως ἀναπτύσσοντες, τὰ δὲ καὶ αὐτοῖς ἐπεσιν ἐξαγγέλλοντες, εἰ πού δέ τι καὶ προσεισενθεῖσθαι χρῆ, ἐπιτιθέντες καὶ αὐτό, καὶ οὕτω τὸ λεπτὸν τῆς ἱστορίας ὡς οἷον εἰπεῖν συμμετρῶς παχύνοντες καὶ τὸ μικρὸν ὑποκειμένον ἥθειμα μεγεθύνοντες.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
