# timotheus_defluviis_ggm2 283.1

Timotheus, timotheus_defluviis_ggm2, 283.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/283.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/283.1

ἀγαθῶν ἀφήκων, οὐ μὴ γεῦμά τι τῇ αὐτοῦ ποιήσει ταύτῃ ἐντέθεικεν, ὀλιγώστογον μὲν τὸ ποίημα ἐκτεθειμένος, ἀπροθύμως δὲ πάντων ἀλάμενος τῶν καλῶν, καὶ σπερματικῶς πᾶν ἐν αὐτῷ τῇ γῆς γεωγραφίας καλῶν ἐνθέμενος. Τοιούτος δὲ ὅν οὐκ ἐνστεργίζεται τὴν τοῦ γεωγράφου πρόσφασιν, οὐ μόνον διὰ τὴν σμικρότητα τοῦ βιβλίου, ἀλλὰ καὶ ὅτι ἔργα τινὰ καὶ ἄλλα γεωγράφου εἰσιν, ὧν οὐ πάνυ τι θιγγάνει αὐτός. Πρὸς τοίνυν τὸ καθολικώτερον τῆς κλήσεως καὶ γενικώτερον ἀνάγει ἑαυτόν, ὅπερ ἐστὶν ἡ περιήγησις. Ἱστέον γὰρ ὅτι περίοδος γῆς καὶ περιήγησις ταύτων νοοῦσι· καὶ εἰς μίαν ἔνοιαν ἔρχονται. Διὸ καὶ ὁ Ἀμσασις γεωγράφος συχνὰ περὶ τὰς τοιαύτας λέξεις εἰλεῖται, οὐ μόνον γεωγραφίαν τὴν ἑαυτοῦ ἐπιστήμην ἀξιῶν καλεῖσθαι, ἀλλ’ οὐδὲ περιήγησιν καὶ περίοδον λέγεσθαι ἀπαξίων. Καὶ οὕτω μὲν περίοδος γῆς καὶ περιήγησις εἰς ἓνα κατὰ πολυωνυμίαν συνάγονται νόῳ, καὶ εἰσὶν ὀνόματα γενικά, ἔχοντα ὑφ’ ἑαυτὰ τὴν τε γεωγραφίαν καὶ τὴν χωρογραφίαν ἤτοι τοπογραφίαν, ὧν ἡ μὲν γεωγραφία τῆς καθόλου θεωρίας ἔξεστι, καθὼς φασιν οἱ παλαιοί, ὡς ἐὰν τις ὅλον τι ἀναγράψῃται σῶμα, καὶ ἐστὶν γεωγραφία κατ’ ἐκείνους μίμησις διαγραφῆς τοῦ κατεπλημμένου ὅλου μεροῦς τῆς γῆς μετὰ τῶν ὅς ἐπίπαν συνημμένων αὐτῇ. Ἰδοὺν δὲ φασιν αὐτῆς, τὸ μίαν καὶ συνεχῆ δεῖκνυσιν τὴν ἐγνωμένην γῆν, ὅς ἔχει φύσεώς τε καὶ θέσεις, μέχρι μόνων τῶν ἐν ὀλαῖς συναφεισῶν αὐτῇ συνημμένων. Καὶ τοιαύτη μὲν ἡ γεωγραφία, ἔργον ἔχουσα περὶ τὴν τῆς γῆς ἀπάσης ὁλότητα καταγιγνώσθαι ὁλοσχερεστέραν, καὶ οὐ πρὸς λεπτὴν διεξόδευσιν. Ἡ μέντοι χωρογραφία περιηγήσις μὲν ἐστὶ καὶ αὐτὴ καὶ περίοδος γῆς, καθὰ καὶ ἡ γεωγραφία, πλὴν οὐχὶ τῆς ὅλης, ἀλλὰ μέρους τινὸς αὐτῆς, καὶ ὡς εἴπειν χώρας ἢ χωρίων ἢ χωρίων τινῶν. Διὰπερ οὐδὲ γεωγραφία λέγεται, ἤτοι τῆς γῆς ἀπάσης καταγραφὴ), ἀλλὰ χωρογραφία, τοὔτεστι διαγραφὴ χώρας τινός. Φασὶ δὲ οἱ παλαιοὶ περὶ τῆς χωρογραφίας, καὶ ὅτι τὸ χωρογραφικὸν τέλος τῆς ἐπὶ μέρους ἔξεστι προσβολῆς, τοὔτεστι τοῖς μερικικοῖς ἐπιβάλλει, ἀπεναντίας τῇ γεωγραφία. Ἡ μὲν γὰρ ὡσπερ ὁλότῃ σώματος τῇ ὅλῃ γῇ ἐπιβάλλει, ἡ δὲ χωρογραφία μέρει τινὶ τῆς γῆς ἐπιχειρεῖ, ὡς εἴτεις ἐξ ὅλου σώματος ἀποτετμημένος ὡτίον μόνον ἢ ὀρθαλμόν, διαγράψει

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
