# timotheus_defluviis_ggm2 292.2

Timotheus, timotheus_defluviis_ggm2, 292.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/292.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/292.2

Ἴστέον δὲ ὅτι ὁ ποταμὸς οὗτος διὰ τὸ τεταμένους ῥεῖν Τάναϊς Ἑλληνιστὶ καλούμενος, Σιλς, ὡς φασί τινες, παρὰ τοῖς παροικοῦσι βαρβάροις ὀνομάζεται. Ὅτι δὲ καὶ ἄλλοι ποταμοὶ ἐν βαρβάροις ῥέοντες ὁμοῦς ἑλληνίζονται τῇ κλήσει ὁῆλον. Τοιούτος γὰρ καὶ ὁ Νεῖλος καὶ ὁ Θερμαϊδὼν καὶ ὁ Ἀράχης καὶ ἄλλοι πολλοί· καὶ ὁ Ποτανὸς δὲ οὐ βαρβαρον ὄνομα, κατὰ τὸν Ἡρόδοτον, ἀλλὰ Ἑλληνικόν, ποιηλὲν, φσιν, ὅπὸ τινος ποιητοῦ. Τοῦ δὲ Ταναΐδος ἄλλοι μὲν φασὶ μὴ γνωρίζεσθαι τὰς πηγὰς, Ἡρόδοτος δὲ ἐκ λίμνης μεγάλης αὐτὸν λέγει εἰς λίμνην ἐπὶ μεῖζον τὴν Μαϊώτιν ἐκβάλλειν, λέγων καὶ ὅτι ἡ Μαϊωτίς οὐ πολὺ ἐλάττων τοῦ Πόντου ἐστὶ, λεγομένη, φησι, καὶ μήτηρ τοῦ Πόντου. Κάκεινο δὲ εἰδείαν χρή, ὅτι Ἀρριανὸς καὶ ἄλλων Γάναϊν ἱστορεῖ Σκυθικόν, ὃν Ἀλέξανδρος ἐπικινδύνως διεπέρασεν.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
