# timotheus_defluviis_ggm2 300.2

Timotheus, timotheus_defluviis_ggm2, 300.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/300.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/300.2

66. Ὅτι δ’ Ἄτλας ὁ κατὰ βαρβάρους Δύρις μέγιστον ὄρος περὶ τὰ τῆς Λιβύης πρὸς δύσιν ἔσχατα, ἀφ’ οὗ καὶ πᾶλος ὠκεανίων Ἀτλαντικόν. Διὰ δὲ τὸ πολὺ τοῦ ὄρους μέγεθος Ἄτλαντα αὐτὸ πολυσημεῖας ὁ Διονύσιος καλεῖ, ποιητικῶς τρόπῳ· καὶ ὁ Ποιητὴς Μάλεαν καὶ Μαλείας φησι, καὶ Κρήτην καὶ Κρήτας, καὶ Ἀθῆνην καὶ Ἀθήνας, καὶ τὸ πρόσωπον δὲ που πληθύνει δι’ ἔμφασιν, πρόσωπα λέγων, καὶ τὸ τοξον τοξα, καὶ τὸ ἄρμα ὁμοίως ἄρματα. Ὁ δὲ τὰ Ἔθνη γράψας ἔθνος Λιβυκὸν λέγει τοὺς Ἄτλαντας. Καὶ Ῥιανὸς δέ, ὡς φασιν, Ἀτάραντας τινὰς ἱστορεῖ, καὶ μετ’ ἐκείνους κεῖσθαι τοὺς Ἄτλαντας, οἱ καὶ λέγονται μὴ βλέπειν ὀνείρους. Ὀνόμασται δὲ τὸ ὄρος ἀπ’ ἀνδρὸς ἐγχωρίου Ἄτλαντος, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ὀδυσσεῖαν κάλλιον γέγραπται. Ἐνταῦθα δέ, ὡς φησιν ὁ Διονύσιος, καὶ χάλκεος εἰς οὐρανὸν ἔδραμε κιών, ἡλίαςτος, πυκνῶς καλυπτόμενος νεφέλαιο. Καὶ τάχα ὁ Διονύσιος ἐν τούτοις ἱστορικὴν τινὰ θεραπείαν παρακαλεῖ τῆς μυθικῆς χιονοφορίας τοῦ Ἄτλαντος. Ὁ γὰρ τοῖ χιών οὗτος, ὅπερ, ὡς αὐτὸς λέγει, κορυφὴν οὐκ ἔστιν ἰδεῖν διὰ τὰ καλύπτοντα νέφη, δοκεῖ ἂν τὸ πολὺ τοῦ ὕψους ἕως εἰς τὸν αἰθέρα ἀνῃκει, καὶ οὕτως λέγοι’ ἂν ἀνεῖναι τὸν οὐρανόν, ὡς εἶναι τούτῳ τῷ τρόπῳ τὸν Ἄτλαντα τὸ ὄρος σῶν τινὰ χιονοφόρον, εἰπε καὶ αὐτὸ γράφει χιόνα κατὰ τὸν Ἡρόδοτον. Τινὲς δὲ ἐνταῦθα ἀντὶ τοῦ χάλκεος κιών «χάλκεος ἀξων» γράφουσιν· ὡς ἐκεῖ που τάχα διήκοντος τοῦ κοσμικοῦ ἀξωνος, ὡς καὶ τοῦτο ἐν τῷ ἄλφα τῆς Ὀδυσσείας γέγραπται. Ἡρόδοτος δὲ τοιαῦτα περὶ τούτων λέγει: «Μετὰ τοὺς Γαρᾶμαντας ἔθνος διὰ δέκα ἡμερῶν ὁδοῦ Ἄτλαντες, ἄνθρωποι

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
