# timotheus_defluviis_ggm2 307.3

Timotheus, timotheus_defluviis_ggm2, 307.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/307.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/307.3

103 Ὅτι πρὸς τὰ νοτία τῆς Σικελιχῆς χθονὸς ἔλκεταί κόλπος ἴσως Λίβνης, νοτίαν Σύρτιν ἐλάσσων, τὴν ἑτέραν τὴν εὐρυτέραν· ἐνδοτέρω δὲ ταύτης δυτικωτέρα ἐστὶν ἡ ἑτέρα Σύρτις, ἀπαραυὸν ἔχουσα πόρον, ὁ ἐστὶ μικροτέρα οὖσα, ἥτις, φησί, τηλθὲν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Περὶ δὲ τῆς τοιαύτης πλημμυριδος ἐν τοῖς μετὰ ταῦτα ρηθήσεται. Σημειῶσαι δὲ ὅτι ἐνταῦθα ὁ περιηγητὴς τῇ ὑπὲρ προθέσει ἐπὶ τῶν νοτίων ἐχρήσατο, εἰπὼν ὑπὲρ Σικελιχῆς χθονὸς τὴν νοτίαν Σύρτιν ἐλάσσεσθαι. Ποιήσει δὲ τοῦτο πλειστάκις καὶ ἐν τοῖς εἰσέπειτα· ὥστε οὐκ ἐπὶ βορείων μόνον ἡ ὑπὲρ πρόθεσις τίθεται, διὰ τὸ ἕξαρμα τὸ ἐν αὐτοῖς, ἀλλὰ καὶ ἐπὶ τῶν νοτίων. Οὐδὲ γὰρ οὕτ᾽ ἐκεῖνα ἑστέργνται τοῦ εἰς ὕψος ἐξῆρθαι, εἰ καὶ ἡμῖν δοκεῖ ταπεινά. Ὅτι δὲ καὶ ἐπὶ βορείων τίθησι τὴν ὑπὲρ, ἐκδηλοτάτον ἐστιν. Ἔρει γοῦν ἐν τοῖς ἕξης « βορειοτέρη γαίης ὑπὰρ Εὐρωπαϊνής », τοῦτέστι πρὸς τὰ βόρεια τῆς Εὐρώπης.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
