# timotheus_defluviis_ggm2 308.3

Timotheus, timotheus_defluviis_ggm2, 308.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/308.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/308.3

112 Ὅτι τὸ φρίσσειν κυρίως ἐπὶ θαλάσσης λέγεται. Φησὶν οὖν ὅτι φρίσσουσιν ἡ τε Φαρία καὶ ἡ Σιδωνία θάλασσα, ἐλανθόμεναι πνοαῖς Ἰσμαρικοῦ βορρᾶ ὁρδὸν φυσώσοντας, ἐπεὶ κατ' ἐναντία κείνται τοῦ βορρᾶ. Ἐπεὶ δὲ τὸ φρίσσουσιν ἀντὶ τοῦ ὀρθοῦνται, καὶ εἰς ὕψος αἴρονται τοὺς κύμασιν. Ἐντεῦθεν δὲ καὶ ἡ φρίξ, ὡς καὶ ὁ Ποιητής· « μελαίνῃ φρικὶ καλυφθεῖς, » ἥτοι ἐπ' ἐπαναστάσει τοῦ κύματος. Ὅτι δὲ θαλασσία λέξις τὸ φρίσσειν, ἐν τοῖς τοῦ Ὁμήρου καλλίον γέγραπται. Τὸν δὲ βορρᾶν Ἰσμαρικὸν εἶπεν ἀντὶ τοῦ Θρακικόν, ἀπὸ Ἰσμαροῦ πόλεως Θράκης. Ἱστέον δὲ ὅτι τὴν Φαρίαν ταύτην θάλασσαν, ἥτις μετὰ τὸ Κρητικὸν ἐστιν, ὡς εἴρηται, πελάγος, καὶ Παρθενίον κόλπον ἐκάλουν οἱ παλαιοί· καὶ ὅτι ὥσπερ Σιδωνία καὶ Ἰσσικὸς ἀπὸ Ἰσσοῦ πόλεως καὶ Σιδόνος, οὕτω καὶ Φαρία διὰ τὴν Ἀλεξανδρίνην Φάρον, ἥτις ἐστὶ νῆσος ἐν δεξιᾷ κειμένη Ἀλεξανδρείας, πύργον ἀνέχουσα μέγιστον, ἐκπυρεύσονται τοῖς καταπλεύσει. Περί δὲ ταύτῆς τῆς Φάρου εἴρηται μέν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ῥηθήσεται δὲ καὶ ὅτε τῷ λόγῳ εἰς Ἀλεξάνδρειαν ἐλθόμεν.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
