# timotheus_defluviis_ggm2 310.4

Timotheus, timotheus_defluviis_ggm2, 310.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/310.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/310.4

127. Ἰστέον δὲ ὅτι Πάταρα καλεῖται ὁ ῥηθεὶς τόπος, ἢ ἀπὸ Πατάρου υἱοῦ Ἀπόλλωνος καὶ Λυχίας τῆς Ξάνθου, ἢ ἀπὸ τῆς πατάρας, ὁ δηλοῖ Ἑλληνιστὶ τὴν κίστην, ἤτοι τὴν κιβωτόν. Φασὶ γὰρ ὅτι πατάρων ἀθύρματα τῷ Ἀπόλλωνι περιέχουσαν, πέμματα τινὰ ἐν σχήματι λύρας καὶ τόξου καὶ βελῶν, ἀνέμος ἀρπάσας ἀπὸ τινὸς παιδίσκης καὶ ὑπολαβὼν εἰς θάλασσαν ἔβαλεν τὴν Ἀωμανήν, καὶ τῇ ἐκεῖ χερρονήσῳ προσήγαγεν· θέν καὶ ἡ γερουσία ἱερὰ τὰ ἀνεῖται τῷ Ἀπόλλωνι· καὶ τὴν κλῆσιν ἀπὸ τῆς τοιαύτης πατάρας, ἤτοι κιβωτοῦ, ἐκέρδανε. Κρατεῖ δὲ περὶ τούτου καὶ τοιαύτη τις ἱστορία· Πάταρος καὶ Ξάνθος λησταὶ παῖδες Λαπαθῶνος, βίον ἐκ τοῦ πειρατεύειν ἀποχρωντα· πορισάμενοι κατέλυσαν τὴν τοῦ ληστεύειν πλάνην, καὶ τῇ Λυκίῃ γῇ προσήγοντες ὤκησαν βαδειῶς ἐκεῖ. Καὶ ἀπὸ μὲν τοῦ πρεσβυτέρου Ξάνθου ποταμὸς ἐκεῖ Ξάνθος ἐκλήθη καὶ πόλις ὁμώνυμος, ἀπὸ δὲ τοῦ λοιποῦ ἐκλήθη τὰ Πάταρα.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
