# timotheus_defluviis_ggm2 313.1

Timotheus, timotheus_defluviis_ggm2, 313.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/313.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/313.1

συναλειπτέον, ἢ μᾶλλον μετὰ τὸν πλατύν Αἰγαῖον τρία ταῦτα βορειότερα ῥητέον· πρῶτον μὲν τὸ στενὸν αὐλῶνα τοῦ Ἑλλησπόντου· μετὰ δὲ τὴν Προποντίδα· εἶτα βορειότερον τὸ στόμα τοῦ Πόντου. Ἔχει γὰρ ἀμφιβόλως ταῦτα διὰ τοὺς παλαιούς, ὧν οἱ μὲν μόνα τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον Ἑλλήσποντον εἴπον, οἱ δὲ καὶ δλὴν τὴν Προποντίδα, οἱ δὲ μέρος τι αὐτῆς τὸ ἔντὸς Περιόδου ἤτοι Ἡρακλείας, τῷ Ἑλλησπόντῳ ἀπένειμαν. Οἱ δὲ καὶ τι τοῦ Αἰγαίου πελάγους τῷ Ἑλλησπόντῳ προσέθεντο· καθά που τάχα καὶ Ὅμηρος, ὅπερ καὶ πλατύν ἑκαίνος λέγει Ἑλλησπόντον. Τούτους δὲ μὴ φαινόμενος ἀκολουθεῖν ὁ Διονύσιος εἰς τρία διαιρεῖ τὸ μεταξὺ Αἰγαίου καὶ Εὐξεινοῦ ὕδωρ, εἰς τε τὸν Ἑλλησπόντιον στενὸν αὐλῶνα τὸν ἕως Προποντίδος, καὶ ἄνωτέρω εἰς αὐτὴν τὴν Προποντίδα, καὶ εἰς τὸν μετ' αὐτὴν Θράκιον Βόσπορον. Οὕτω δὲ νοεῖ καὶ Ἡρόδοτος λέγων τὸν μὲν Βόσπορον τείνειν εἰς τὴν Προποντίδα, αὐτὴν δὲ καταδιδοῦναι εἰς τὸν Ἑλλήσποντον· μεθ' οὗ τὸ χᾶσμα τοῦ Αἰγαίου πελάγους. Ὁρα δὲ καὶ ὅτι καλῶς προσέθηκαν ὁ Διονύσιος ἄνωτέρω ἐπὶ τῶν πορθμῶν τὸ «οἱ θαλάσσης εἰσί», διὰ τοὺς ἰσως νομίζοντας δύνασθαι πορθμοὺς λέγεσθαι καὶ τοὺς ποταμούς. Κατὰ γὰρ τὴν συνήθῃ χρῆσιν οὔτε πω πορθμὸς καὶ ὁ ποταμός, καὶ ταῦτα στενὸς ἄν πόρος μεταξὺ δύο γαϊῶν· ἀλλ' αὐτὸς μὲν κεκληρώται τὸ ποταμὸς λέγεσθαι, ὁ δὲ πορθμὸς δρῖζεται θαλάσσης εἶναι πόρος στενός, ἐκατέρωθεν γῇ μεσολαθούμενος. Ἰστέον δὲ ὅτι ἐστὶ καὶ Κιμμέριος Βόσπορος ὁ περὶ Χερσῶνα, ὁ καὶ Μαυτιχὸς, ὃ τὸ στενωτάτω εἴκοσι στάδια ἢ καὶ ὀλίγον τι πλέον. Λέγεται δὲ Βόσπορος εἶναι διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἑκαίνος, ἐκ τῆς Ἰοῦς τῆς βοός, Κιμμέριος δὲ διὰ τὸ παροικεῖν ὁμώνυμον ἔθνος, ὃ πολὺς λόγος, ὡς τὴν Ἀσίαν ἤν ἑτε καταδραμμένος ἕως καὶ εἰς αὐτὴν Βιθυνίαν. Ἔστι δὲ καὶ Βόσπορος Ἰνδικός. Καὶ ὁ περὶ τὸ Βυζάντιον δὲ λιμὴν οὕτως ἑστερον ἐκλήθη κατὰ παραγραμματισμὸν ἢ μᾶλλον κατὰ τὴν παρὰ τοῖς ῥήτορις λε-

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
