# timotheus_defluviis_ggm2 317.2

Timotheus, timotheus_defluviis_ggm2, 317.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/317.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/317.2

161 "Ὅτι πρὸς βορρᾶν Εὐξείνου ἡ Μαῶτις λίμνη, καὶ ὅτι Σκυθᾶι αὐτὴν ἀμφινέμονται καὶ εἰς αὐτὴν τερματεύονται. Φησὶν οὖν ὁ Ἡρόδοτος « Τάναιν διαβαίνει οὐδαμὴ Σκυθὴν. » "Ἕθνος δὲ καὶ αἱ Μαῦωται Σκυθικόν, πολυανθρωπότατόν τε καὶ ἀλκιμόν, ἄνδρες γεωργοὶ καὶ πολεμισταί. Τὴν δὲ τοιαύτην Μαῦωτιν μητέρα τοῦ Πόντου καλοῦσιν· θεὸν καὶ τούτου τινὲς φασὶ λαχεῖν αὐτὴν τοῦ ὀνόματος· μαῖα γὰρ ἡ τροφός. Διὸ καὶ ὁ Περιηγητὴς φησίν « ἔξ αὐτῆς Πόντου τὸ μυρίον ἐλκεται ὕδωρ, ὁρρὸν Κιμμερίου διὰ Βοσπόρου, παρ’ ᾧ πολλοὶ Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου. » Φασὶ δὲ τινὲς καὶ μὴ πολλῷ ἐλάττονα εἶναι τοῦ Πόντου τὴν αὐτοῦ μητέρα ταύτην τὴν Μαῦωτίδα. Ἱστίον δὲ ὅτι καὶ Μαῦωτις λέγεται διὰ τοῦ ω παρὰ τοῖς παλαιοῖς, ὡς ἀπὸ τοῦ μαῖω, μαῦσω, καὶ Μαῦτις διὰ τοῦ η, ὡς ἀπὸ τοῦ μαῖα. Ταύρον δὲ λέγει ἥρος ἄλλο παρὰ τὸν μετὰ ταῦτα ῥηθησόμενον ἄστρον Ταῦρον, ἢ βόρειόν τι τμῆμα ἐκείνου τοῦ Ταύρου, ὅφ’ ᾧ κείνται οἱ Κιμμέριοι, τὸ Σκυθικὸν ἔθνος. "Ἐνθα καὶ ἡ Ταυρικὴ χερρόνησος, μεγάλη οὖσα, καὶ ὡς φασὶ τινὲς τῇ Πελοποννήσῳ ὁμοῖα καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος, παρακειμένη δυσμικῇ, τῷ στόματι τῆς Μαῦωτίδος. Οἱ δὲ ἐνταῦθα Σκύθαι Ταυροσκύθαι λέγονται ἀπὸ τοῦ ἐκεῖ Ταύρου ὄρους, ὅπερ οἶδε καὶ Ἡρόδοτος, ἱστορῶν καὶ αὐτὸς ὄρη Ταυρικά, Σκυθικά. Περὶ δὲ Κιμμερίων ζητεῖ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ ὑπὸ ψυχρῷ ποδὶ Ταύρου ἔχει τι ἀστείον καὶ αἰνιγματώδες κατὰ τὴν ἑμωυλίαν τῶν λέξεων.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
