# timotheus_defluviis_ggm2 326.2

Timotheus, timotheus_defluviis_ggm2, 326.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/326.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/326.2

218. Ὅτι ἐν μυχῷ τῆς Λιβύης ἡπείρου πρὸς νότον ὁ βόσονται· πανύστατοι Αἰθίοπες, αὐτῇ ἐπ’ ὠκεανῷ, ἔνθα τέμπεα, τοὔτεστι δάση καὶ ἕλη, πυμάτης Κέρνης. Ταύτην δὲ τὴν Κέρνην οἱ μὲν νῆσον φασιν ἐν τῷ ὠκεανῷ, οἱ δὲ τοῦτο οὐ δέχονται. Καὶ ἡ θέσις δὲ αὐτῆς διαφωνεῖται. Οἱ μὲν γὰρ ἀνατολικὴν αὐτὴν ὑποτίθενται, ὡς καὶ ὁ Λυκόφρων ἐμφαίνει, οἱ δὲ δυτικὴν. Διονύσιος δὲ καὶ ἄλλοι νοτῖαν, ὅς τέμπεα Κέρνης εἰπὼν καὶ λιμνάδα αὐτὴν παραδιδόσι. Ἐλῶδη γὰρ τὰ τέμπεα, ὡς καὶ τὰ Θηταλικὰ Τέμπεα ὁλοῖ, ὁμοίως δὲ καὶ τὰ Μηδῖκά. Ὁ δὲ Γεωγράφος παραδηλῶν ψεύδεσθαι τοὺς λέγοντας τὴν Κέρνην οὕτως εἶναι οὕτω φησί· « Κέρνην Ἐρατοσθένης ὀνομάζει καὶ ἄλλους τόπους τοὺς μηδαμοῦ γινωσκομένους. » Ὁ δὲ Λυκόφρων καὶ δυτικὴν τινὰ Κέρνην παραδιδόσι ὑπὲρ Τυρσηνίαν, ἔνθα Κερνεάτιν ἱστορεῖ νῆσον, δοκοῦσαν ἀπὸ Κέρνης παρονομάζεσθαι. Τῶν δὲ Αἰθιόπων Ἡρόδοτος τοὺς μακροβίους ἱστορεῖ μεγίστους καὶ καλλίστους εἶναι πάντων ἀνθρώπων, σιτεῖσθαι δὲ κρέα ἐφθὰ καὶ πίνειν γάλα, καὶ ζῆν ἐτῶν εἴκοσι καὶ ἑκατὸν τινὲς δὲ, φασίν, ὑπερβάλλουσι καὶ ταῦτα. Σπανιώτατος δὲ ἐν αὐτοῖς καὶ τιμιώτατος ὁ γαλακὸς· πολὺς δὲ ὁ χρυσός, καὶ οἱ δεσμῶται παρ’ αὐτοῖς χρυσείας πέδας δεδένται. Φέρει δὲ, φησίν, αὐτοῖς ἡ χώρα καὶ ἑλέφαντας ἀμφιλαφεῖς καὶ ἕδενον. Εἰσὶ δὲ κατ’ αὐτὸν καὶ ἄλλοι Αἰθίοπες, οὐκ εἰς τὰ ἔσχατα τῆς γῆς, ἀλλὰ πρὸς τὴν Αἰγύπτου, οὓς Καμβύσης κατεστρέψατο, δι’ οὓς καὶ Αἰθιοπία ἐκλήθη ποτὲ ἡ Αἴγυπτος, ὡς καὶ μετ’ ὀλίγα ῥηθήσεται.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
